Ancient Greek · ~2 min
5 to 6
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 5-4-6
Not analysed yet
Στίχ. ε´. Μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι, ἕως ἂν ἀποθάνω. Ἐὰν συγκαταθῶμεν (2) οἷς λέγετε, ὅτι νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηνάμην ἔως ἄν ἀποθάνω. Στίχ. ε´. Οὐ γὰρ ἀπαλλάξω τὴν ἀκακίαν μου (3). Οὐκ ἀφήσω τὸ προσέχειν τῇ δικαιοσύνῃ· μεμνήσομαι ἀεὶ περιέχεσθαι αὐτῆς. (4) Στίχ. Ϛ´. Οὐ γὰρ σύνοιδα ἐμαυτῷ ἅτοπα πρᾶξαι. Πολλὴ ἡ παῤῥησία αὐτοῦ καὶ ἐπὶ τῷ προτέρῳ βίῳ, καὶ ἐπὶ τοῖς κατὰ τὸν καιρὸν τῆς περιστάσεως, ὤστε αὐτὸν εἰπεῖν· Οὐ σύνοιδα ἐμαυτῷ ἄτοπα (5) πρᾶξαι.