Ancient Greek · ~2 min
ΚΕΦ. Κ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 18-2
Not analysed yet
Στὶχ. ιη´. Ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος. Οἱ λόγοι καὶ τὰ δόγματα στριφνὰ καὶ πυκνὰ, οὐδὲν ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. (52) Στρίφνος βοτάνη, τίς ἐστιν ἐκτραχυνομένη τῇ γλώσσῃ τοῦ μασσωμένου. Ὥσπερ οὖν, φησὶ, τὴν βοτάνην ἐκείνην, κὰν ἄγαν τις φιλονεικήσειε διαλεάνας τοῖς ὀδοῦσι, καταπιεῖν οὐ δύναται· οὕτω καὶ ὁ τῶν ἀλλοτρίων ἀπολαύειν ἐθέλων οὐδὲν τῶν πόνων ἀποίσεται τὸ κέρδος.