Ancient Greek · ~3 min
20 to 24
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 20-24
Not analysed yet
(53) Στίχ. κ´ Διὰ τοῦτο οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ἅ δοκεῖ ἀγαθὰ ποιεῖν, οὐκ ἀνθήσει· ὅτʼ ἂν δοκῇ ἥδη πεπληρῶσθαι, θλιβήσεται. Στίχ. κ´. Οὐκ ἔσταν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσι. Τὰ ὑπάρχοντα αὐτοῦ σωτηρίαν αὐτῷ περιποιῆσαι οὐ δύναται. ἄλλως. (54) Στίχ. κβ´. Πᾶσα δέ ἀνάγκη αὐτὸν ἐπελεύσεται, καὶ ἐπαποστελεῖ ἐπʼ αὐτὸν θυμὸν ὀργῆς. (55) Στίχ. κβ´. Πᾶσα δὲ ἀνάγκη ἐπʼ αὐτὸν ἐπελεύσεται. Ταῦτα προτρεπτικὰ ἡμῖν, ἵνα ἀφιστώμεθα τῶν ἀλλοτρίων. Στίχ. κβ´. Νίψαι ἐπʼ αὐτὸν ὀδύνας. Ἀντὶ νιφετοῦ ὀδύναι ἔρχονται ἐπὶ τὸν τοιοῦτον. (56) Στίχ. κδ´. Καὶ οὐ μὴ σωθῇ ἐκ χερός σιδήρου. Σίδηρον οὐ λέγει τοῦτον τὸν αἰσθητὸν, ἀλλὰ τμητικώτατον λόγον.