Ancient Greek · ~2 min
ΚΕΦ. ΚΖ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 2b
Not analysed yet
Στίχ. β´. Ζῇ Κύριος, ὃς οὕτω με κέκρικε, καὶ ὁ Παντοκράτωρ, ὁ παραπικράνας (99) μου ψυχὴν, καὶ τὰ ἐξῆς. Οἶδα πόθεν κεκίνησθε εἰς τὸ ἐρεθίσαι με. Ὄμνυμι δὲ ὑμῖν, καὶ ὄμνυμι κατὰ τοῦ ζῶντος Κυρίου αὐτοῦ, κρίναντός με ταῦτα παθεῖν, αὐτοῦ τοῦ παραδόντος με ταύταις περιστάσεσι, τοῦ δόντος ἐξουσίαν τῷ τοιούτοις με ἐξετασμοῖς ἐξετάζεσθαι, καὶ βασανίζεσθαι. Ὄμνυμι κατὰ τοῦ Κυρίου, καί φημι. ὅτι ζῇ Κύριος, ὃς οὕτω με κέκρικε. καὶ ὁ Παντοράτωρ, ὁ παραπικράνας μου τὴν ψυχήν.