Ancient Greek · ~2 min
ΚΕΦ. ΙΘ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 4
Not analysed yet
(41) Στίχ. δ´. Ναὶ δὴ ἐπʼ ἀληθείας ἐγὼ ἐπλανήθην, παρʼ ἐμοὶ δὲ αὐ λίζεται πλάνος· λαλῆσαι ῥῆμα, ὅ οὐκ ἔδει. Εἶτά φησιν καθʼ ὑπόθεσιν· Ὑμῖν δίδωμι, ὡς ὑποφῶν Λαμβάνεται, ὅτι διὰ τὰ ἁμαρτη; ματα ταῦτα πάσχω· ἆρ᾿ οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; Παρ᾿ ὲμοὶ δὲ αὐλίζεται πλάνος. Εἰ καὶ καθ᾿ ὑπάθεσιν τοιαῦτα ἐπεποιήκειν, οἷα οὐκ ἔδει· εἰ καὶ τοιοῦτος ἤμην, ἆρ᾿ οὐκ ἐχρῆν ὑμᾶς βλέποντας μάστιγας, τοὺς ἰχῶρας, τοὺς σκώληκας, τὴν ἀπώλειαν τῶν ὑπαρχόντων, αἰδεσθῆναι; Ἀλλὰ προσεπιβαίνετέ μοι μὴ ἐλεοῦντές με, μηδὲ συμπαθοῦντές μου τῇ περιστάσει.