Ancient Greek · ~6 min
ΚΕΡ. ΜΑ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 4-3
Not analysed yet
Στίχ. δ’ Τός ἀποκαλύψει πρόσωπον ἐνδόσεως αὐτοῦ; Διὰ τί οὐκ εἶπε· Τίς ἀποκαλύψει πρόσωπον αὐτοῦ; Τί ποιεῖ ἐνθάδε καὶ ἡ ἔνδυσις; Τίς γὰρ ἀποκαλύψει, φησὶ, πρόσωπον ἐνδύσεως αὐτοὺς Ἵνα νοηθῇ τὸ λεγόμενον, παραδείγματι χρησώμεθα τῶν περιτιθεμένων προσωπείων, καὶ μὴ φαινομένων τοῦτο ὅ εἰσιν, ἀλλὰ θέλουσι δοκεῖν. Ἀναλαμβάνουσι γὰρ προσωπεῖα, φέρε εἰπεῖν, οὗτοι ἐν ταῖς θυμέλαις ὑποκριταὶ, ποτὲ μὲν ἡγουμένων, ποτὲ δὲ ἄλλων βασιλέων, ποτὲ δὲ γυναικῶν. Καὶ τὸ μὲν ἴδιον αὐτῶν πρόσωπον ἀποκέκρυπται, καὶ ὅ εἰσιν οὐ φαίνονται· ὅ δὲ δοκοῦσι, βλέπονται. Τοιοῦτός ἐστιν ὁ δράκων. Οὐδέποτε τὸ πρόσωπον αὐτοῦ δείκνυσιν· ἀλλὰ εἰ (42) πρόσωπον λαβὼν εἰς ἀπάτην τῶν ἀνθρώπων, ἐκεῖνο (43) χρῆται. Καὶ ἔχει γε ὁ ἐχθρὸς οὗτος πολλὰ προσωπεῖα, καὶ καθʼ ἑκάστην κακίαν πρόσωπονλαμβάνει ἀρετῆς. Καὶ μετʼ ὁλίγα εἰς τὸ ἐξῆς. Τὰ ὑπόλοιπα τοῦ προγραφέντος στίχου. (44) Τὸ πρόσωπον ὅ ἐνεδύσατο τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ λῆξαι (45) ὅ τι ἔνδον δράκων ἐστί; Τοιοῦτοί εἰσί τινες καὶ ἄλλοι μαθηταὶ οὐτοῦ, Οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔνδοθεν δέ εἰσι λύκοι ἅρπαγες. Στίχ. δ΄ Εἰς δέ πτύξιν θώρακος αὐτοῦ τίς ἄν εἰσέλθοι; Ὁρᾷς; θώραξ οὗτος ὀνομάζεται, καὶ στῆθος καὶ θώραξ, ὅπου ἐστὶ τὸ ἡγεμονικόν. Οὐχ ἀπλοῦς ἐστιν ὁ θώραξ αὐτοῦ. Οὐδὲν ἔχει ἀπλοῦν. Δόλιός ἐστιν, ἐπτυγμένος ἐστίν. Εἰς οὖν τὴν πτύξιν θώρακος αὐτοῦ τίς ἃν εἰσέλθοι; Ἅγιος δὲ ἐλέγχειν αὐτὸν δύναται, καὶ δεῖξαι, ὅτι ἔπτυκται αὐτοῦ ὁ θώραξ· τοῦ δὲ ἁγίου οὐκ ἔπτυκται.