Ancient Greek · ~2 min
ΚΕΡ. ΜΑ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 5-6
Not analysed yet
Στίχ. ε΄, Πύλας προσώπου αὐτοῦ τίς ἀνοίξεις Κρύπτει τὰ ἔνδον ἀποκείμενα. Τίς οὖν ἀνοίξει τὰς πύλας τοῦ προσώπου αὐτοῦ; Τίς οὗτός ἐστιν, ὥστε ἐλέγξαι καὶ δεῖξαι ὅσον δόλον, ὅσον ἰὸν, ὅσα κακἀ ἔχει ἀποκείμενα; Στίχ. ε΄. Κύκλῳ ὀδόντων αὐτοῦ φόβος. Περὶ ὧν λέγεται· Ὀδόντας ἁμαρτωλῶν συνέτριψας. Καὶ, Κύρος συντρίψει τὰς μύλας τῶν λεόντων. Οὐκ ἔστιν οὕτος ὁ φόβος τοῦ Θεοῦ· ἀλλʼ ὁ φόβος, ὁ κύκλῳ τῶν ὀδόντων αὐτοῦ. Ἀλλʼ ἐάν ἔχῃς τὸν Χριστὸν ἐν σεαυτῷ, μὴ φρόντιζε τούτου τοῦ φόβου. Κύριον γὰρ τὸν Θεόν σου φοβηθήσῃ, καὶ πλὴν αὐτοῦ μὴ φοβοῦ τὸν ἄλλον.