Ancient Greek · ~2 min
ΚΕΦ. Κ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 6
Not analysed yet
(45) Στίχ. Ϛ΄. Ἐὰν ἀναβῇ εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα· ἡ δὲ θυσία αὐτοῦ νεφῶν ἅψηται. Τοῦ ἀσεβοῦς ἐὰν ἀναβῇ τὰ δῶρα εἰς τὸν οὐρανὰν, ἐὰν πάνυ ὑψωθῇ, ἐὰν ἡ θυσία αὐτοῦ νεφῶν ἅψηται. Ὅτ᾿ ἅν εὔξηται ὁ αἱρετικὸς, ὅτ᾿ ἂν ἡ θυσία αὐτοῦ ἀναβῇ τῇ ὑψηγορίᾳ, ὅτ᾿ ὰν δοκῇ κατεστηρίχθαι (46)· τότε εἰς τέλος ἀπολεῖται. Ἡ γὰρ εὐχὴ αὐτοῦ λογίζεται αὐτῷ εἰς ἁμαρτίαν, καὶ ἔστιν αὐτὴ ἡ εὐχὴ αὐτοῦ ἁμαρτία.