Ancient Greek · ~2 min
ΚΕΦ. Κ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 7
Not analysed yet
Στίς. ζ΄. Ὅταν γὰρ δοῇ ἥδη ἐστηρίχθαι, τότε εἰς τέλος ἀπολεῖται. Ὅμοιον, Οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου ἄμα τῷ δοξασθῆναι καὶ ὑψωθῆναι, ἐκλείποντες ὡσεὶ καπνὸς ἐξέλιπον. Στίχ. ζ΄. Οἱ δὲ ἱδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἔστιν; Τίνες οἱ ἱδόντες αὐτόν (47); Οἱ ἐκκλησιαστικοὶ, οἱ ἰδόντες ἐκείνων τὰ σφάλματα, ἐροῦμεν· Ποῦ ἔστιν; Στίχ. η΄. Ὥοπερ ἐνύπνιον ἐκπετασθὲν οὐ μὴ εὐρεθῇ. Οἱ τοιοῦτοι ἐνυπνιαζόμενοι, καὶ ἀναπλάσσοντες φαντάσματα, οὑ τῇ ἀληθείᾳ τὴν διάνοιαν ἐπερεἱδουσιν σφαλλόμενοι, καὶ γἱνονται ὤσπερ ἐνύπνιον ἐκπετασθὲν, ὅ οὐ μὴ εὑρεθῇ.