Ancient Greek · ~3 min
ΚΕΦ. ΚΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 6-2
Not analysed yet
(76) Στίχ. Ϛ´. Ἠνεχύραζες τοὺς ἀδελφούς σου διακενῆς. Τοῦ αὐτοῦ. Προσεπιτείνει δὲ πάλιν ἄλλην αὐτοῦ ἁμαρτίαν. Ἐστι ποτὲ λαβεῖν ἀμφιάσματα; Οὐ γυμνοῦ, ἀλλὰ πλουσίου ἔχοντος ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν. Τρρία(77) δὴ ὁ τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν· ἀλλὰ γυμνοῦ, ἀλλὰ πλουσίου. Ἐὰν μέντοι γε χιτῶνά τις ἔχῃ ἔνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. Πολλὰ δὲ τοιαῦτα, ἐν ἡμῖν γίνεται, ὅτ᾿ ὰν δανείζωμεν, ὅτʼ ἂν πρὸς ὀφειλέτας ἐρχώμεθα. Πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι· καὶ ἡμεῖς, τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνηλεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν. Ἀπαιτοῦμεν πικρῶς ἔσθʼ ὅτε καὶ περισσὰ ἔχοντες παρʼ ἑαυτοῖς. Ταῦτα οὖν λέγει ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν.