Ancient Greek · ~2 min
ΚΕΦ. ΚΒ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 7-2
Not analysed yet
Στίχ ζ´. Οὐδὲ ὕδωρ διψῶντας ἐπότισας· ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. (78) Εἰς τὸ αὐτό. Οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον. (79) Ταῦτα πάντα κατηγορήματά εἰσι, καὶ ἀληθῶς ψεκτά. Ἀλλʼ οὐκ ἀληθῆ περὶ τοῦ Ἰὼβ, οὐδὲ καλῶς ἐλέγετο περὶ αὐτοῦ. Τοῦ αὐτοῦ. Τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν. Ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἔνα· κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπʼ αὐτοῦ λέγοντες· Ἀλλʼ ὀφείλεις (80).