Ancient Greek · ~2 min
ΚΕΦ. ΚΘ´.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 6-4
Not analysed yet
Στίχ. Ϛ´. Ὅτε ἐχέοντό μου αἰ ὀδοὶ βούτυρον. Προειρήκαμεν περὶ τῶν ὁδὼν τοῦ Ἰὼβ, ἃς ὥδευσεν (10), ὅτι ἀρεταὶ ἦσαν. Ἐχέοντο οὖναἱ ὁδοὶ αὐτοῦ βουτύρῳ, ὥδευε τὴν σωφροσύνην, καὶ οἱονεὶ ἐχεῖτο ἡ σωφροσύνη, ὡς πολλοὺς τρέφεσθαι καὶ τῶν νηπίων ἀπὸ τῆς σωφροσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς δικαιοσύνης τοῦ Ἰὼβ, ἀπὸ τῆς ἀνδρείας. Τοῦτο γάρ ἐστιν· Ὅτε ἐχέοντο αἱ ὀδοί μου βουτύρῳ. (11) Στίχ. Ϛ´. ὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι. Ὅσα ἦν ὑψηλὰνοήματα καὶ μεγάλα, ταῦτα ἦν ὄρη τοῦ Ἰὼβ, ἐφʼ ἃ ἀνέβαινεν.