Ancient Greek · ~3 min
7 to 10
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 7-3-10
Not analysed yet
(12) Στίχ. ζ. Ὅτε ἐξεπορευόμην ὅρθιος ἐν πόλει. Διδασκαλίᾳ ἐσχόλαζε καὶ ὠφελείᾳ, ἐρῶν, οὐχ ὡς φίλαυτος, ἀλλʼ ὡς ἀγάπην ἔχων ζητοῦσαν τὸ κοινῇ συμφέρον. (13) Στίχ. θ´. Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι. Δόξει μὲν οὖν καὶ σημεῖον εἶναι τὸ, Δάκτυλον ἐπιθέντες ἐπὶ στόματι αὐτῶν, σιωπῆς. Τάχα δὲ δηλοῖ, ἐπεὶ ἡ χεὶρ ἀντὶ ἔργων λαμβάνεται, ὡς πολλάκις ἐδείξαμεν, ὅτι τὸ ἔργον αὐτῶν ἐπέθηκαν ἐπὶ στόμα, αἰσθανθέντες ἐν ὀλίγῳ ἔργῳ, ὅτι οὐκ εἰσὶν ἄξιοι τοῦ λαλεῖν, παρόντος τοῦ Ἰὼβ, μείζονα ἔργα πεποιηκότος. (14) Σττίχ. ι´. Oἱ δὲ ἀκούσαντες ἐμακάρισὰν με. δοῦ αὐτοῦ. Τοσοῦτον ἦν ὅτε οὐδέπω ἐβασανίζετο, ὥστε οἱ ἀκούοντες αὐτοῦ ἐμακάριζον αὐτὸν, καὶ ἐθαύμαζον, τίνα τρόπον τὰ τοσαῦτα νοεῖ καὶ καταλαμβάνει, καὶ δύναται τοὺς ἀκούοντας ὠφελεῖν. Στίχ. ι´. Ὅτι γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη. Τῶν ἀκουόντων μου καὶ μακαριζόντων ἐφʼ οἶς ἔλεγον, ἡ γλῶσσα τῷ λάρυγγι ἐκολλήθη.