Ancient Greek · ~3 min
ΚΕΦ. ΛΕ΄.
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 6-5
Not analysed yet
Στίχ. Ϛ΄. Εἰ ἥμορτες, τί πράξεις; Ἐὰν ἀναβλέψῃς εἰς τὸν οὐρανὸν, καὶ κατανοήσῃς τὰ νέφη, νοήσεις τί ἥμαρτες. Τί σε πρᾶξαι δεῖς Προσέρχεσθαι τῷ ἀρχιερεῖ, καὶ παρακαλεῖν, ἵνα ὁ ἀρχιερεὺς προσαγάγῃ θυσίαν περὶ σοῦ. Ἐὰν γάρ τις ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρε Ἰησοῦν Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτημάτων ἡμῶν. Στίχ. Ϛ΄. Εἰ δὲ καὶ πολλὰ ἠνόμησας, τί δὕνασαι ποιῆσαι; (28) Τὸ τηλικοῦτον ποιήσεις· ἀναλύσεις σου τὰς πολλὰς ἀνομίας. Διὰ τοῦτο ἐπὶ τοῖς ἀνιάτοις, οἷς ἑαυτοὺς ἰάσασθαι οὐ δυνάμεθα, ἦλθεν Ἰησοῦς Χριστὸς ἐξ οὐρανῶν, ἵνα τὰ ἀνίατα ἰάσηται, καὶ γίνηται τό· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἀπεκαλύφθησαν (29) αἱ ἁμαρτίαι.