Ancient Greek · ~3 min
19 to 22
Origen, Homiliae in Job (fragmenta in catenis, typus II) 19-2-22
Not analysed yet
(26) Στίχ. ιθ΄ Ἡ δὲ γαστήρ μου ὥσπερ ἀσκός γλεύκους ζέων δεδεμένος. Δοκεῖ μοι ἐντεῦθεν εἰρῆσθαι τὸ ἐν τῷ Εὐαγγελίῳ· Οὐδεὶς οἶνον τέον εἰς ἀσκοὺς παλαιοὺς βάλες Στίχ. κ΄. Λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. (27) Ὁ τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὤν πλή ρης λόγων, λαλῶν ἀναπαύεται, καὶ λέγει· Λαλήσω, ἵνα ἀναπαύσωμαι. Στίχ. κβ΄. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Οὐκ ἔχω ταύτην τὴν ἐπιστήμην, ἵνα θαυμάσω πρόσωπον· ἀλλὰ καταφρονῶ ἀνθρώπων, καὶ τῆς παρʼ αὐτοῖς αἰσχύνης βροτῶν, καὶ τῆς παρʼ αὐτοῖς ἐντροπῆς. Στίχ. κβ΄, Εἰ δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Ὡς τῶν σητῶν διεσθιόντων τοὺς λαμβάνοντας πρόσωπα ἀνθρώπων.