Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 1
Not analysed yet
Ὁ θεὸς εἰς ἀγαθοποιίαν πρόχειρός ἐστιν, εἰς δὲ τὸ κολάσαι τοὺς ἀξίους κολάσεως μελλητής. δυνάμενος γοῦν ἐπαγαγεῖν τὴν κόλασιν τοῖς ὑπ᾿ αὐτοῦ καταδικαζομένοις μετὰ σιωπῆς, μετὰ τοῦ μὴ προόιαμαρτύρασθαι, οὐδαμῶς τοῦτο ποιεῖ· ἀλλὰ κἂν καταδικάζῃ λέrει, τοῦ λέγειν αὐτῷ προκειμένου ἐπὶ τῷ ἐπιστρέψαι ἀπὸ τῆς καταδίδκης τὸν καταδικασθησόμενον. τούτων μὲν παραδείγματα ἔστιν ἀπὸ τῶν γραφῶν λαβεῖν πολλά, ὀλίγα δὲ ἀρκεῖ τὰ ἐπὶ τοῦ ὑποπίπτοντα, ἕνα ἔλθωμεν καὶ ἐπὶ τὸν σκοπὸν τῶν προκειμένων ἀναγνωσμάτων. οἱ Νινευῖται γὰρ ἁμαρτωλοὶ ἐγεγόνεισαν καὶ κατεδικάσθησαν κάσθησαν ὑπὸ τοῦ θεοῦ· ἔτι τρεῖς ἡμέραι καὶ ἔμελλε Νινευὴ >. οὐκ ἠθέλησε σιωπῶν ὁ θεὸς καταδικάσαι αὐτήν, ἀλλὰ διδοὺς αὐτοῖς τόπον μετανοίας< καὶ ἐπιστροφῆς ἔπεμψεν προφήτην, ἴνα εἰπόντος αὐτοῦ· ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται«, οἱ καταδεδικασμένοι μὴ καταδικασθῶσιν, ἀλλὰ μετανοήσαντες τύχωσι τοῦ ἐλέους τοῦ θεοῦ. οἱ ἐν Σοδόμοις καὶ Γομόρροις ἠσαν καταδεδικασμένοι, ὡς δῆλον ἐκ τῶν λόγων τοῦ θεοῦ τῶν πρὸς τὸν Ἀβραάμ· ἀλλ᾿ ὅμως τὰ αὑτῶν πεποιήκασιν οἱ ἄγγελοι, θέλοντες σῴζεσθαι τοὺς μὴ θέλοντας σῴζεσθαι, λέγοντες τῷ Λώτ· »εἰσί τινές σοι ὡδε γαμβροὶ ἢ υἱοὶ ἢ θυγατέρες«; οὐκ ἀγνοοῦντες ὅτι οὐχ ἕπονται ἐκεῖνοι τῷ Λώτ, ἀλλὰ ποιοῦντες τὰ τῆς ἑαυτῶν ἅμα καὶ τοῦ πέμψαντος αὐτοὺς χρηστότητος καὶ φιλανθρωπίας.