Ancient Greek
Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.
Origen, In Jeremiam (Homiliae 1-11) 1-7
Not analysed yet
Εἰ θεοῦ λόγιά ἐστιν ἐν νόμῳ καὶ προφήταις, εὐαγγελίοις τε καὶ ἀποστόλοις, δεήσει τὸν μαθητευόμενον θεοῦ λογίοις διδάσκαλον ἐπιγράφεσθαι θεόν· »ὁ« γὰρ »διδάσκων ἄνθρωπον γνῶσιν« ὁ θεός ἐστιν, ὡς καὶ ἐν Ψαλμοῖς γέγραπται. καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ μὴ δεῖν ἐπιγράφεσθαί τινα διδάσκαλον ἐπὶ τῆς γῆς λέγων· »καὶ ὑμεῖς μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὑμῶν ὁ διδάσκαλος, ὁ πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς«. <»ὁ πατὴρ« δὲ »ὁ ἐν διδάσκει ἤτοι καθ᾿ αὑτὸν ἢ διὰ τοῦ Χριστοῦ ἢ ἐν ἁγίῳ πνεύματι ἢ διὰ Παύλου, φέρ’ εἰπεῖν, ἢ διὰ Πέτρου ἢ διά τινος τῶν ἄλλων ἁγίων, μόνον θεοῦ πνεῦμα καὶ θεοῦ λόγος ἐπιδημείτω καὶ διδασκέτω. ταῦτά μοι πρὸς τί εἴρηται; ἐπειδήπερ φησὶν ὁ προφήτης· »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι«· οὐ γὰρ γνώσομαι, ἐὰν μὴ σύ μοι γνωρίσῃς ἐὰν δὲ γνωρίζοντός σου ἐμοὶ γνῶ, »τότε« ὄψομαι τὰ ἐπιτηδεύματα αὐτῶν« καὶ νοήσω, ὃ ἕκαστος πράττει καὶ ποίας ἐστὶν προαιρέσεως. Ταύτα ὁ προφήτης. εἶτα ὁ σωτὴρ ἐν τῷ προφήτῃ ἴδωμεν τίνα λέγει· »ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων. ἐπ ἐμὲ ἐλογίσαντο λογισμόν, λέγοντες· δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἐτι«. ὡς φησὶν καὶ ὁ προφήτης Ἡσαΐας, Χριστὸς »ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ«. ἐκεῖ μὲν οὖν περὶ αὐτοῦ Ἡσαΐας λέγει, ἐνταῦθα δὲ ὁ Χριστὸς περὶ αὑτοῦ »ἐγὼ« φησὶν ὡς ἀρνίου ἄκακον ἐπὶ σφαγὴν ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων«. οὐκ εἶπεν τί οὐκ ἔγων. οὐ γὰρ εἴρηκεν· οὐκ ἔγνων κακά, οὐκ εἴρηκεν· οὐκ ἔγνων ἀγαθά, οὔτε εἴρηκεν· οὐκ ἔγνων ἁμαρτίαν, ἀλλ᾿ ἁπλῶς »οὐκ ἔγνων«. σοὶ οὐν καταλέλοιπεν ἐξετάξειν τίοὐκ ἔγνω. καὶ μάνθανε τί οὐκ ἔγνω ἀπὸ τοῦ »τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν«· γνῶναι γὰρ ἁμαρτίαν ἁμαρτῆσαί ἐστιν, ὡς γνῶναι δικαιοσύνην δικαιοπραγῆσαί ἐστιν. ὁ οὖν ἀπαγγέλλων τὰ περὶ δικαιοσύνης καὶ μὴ δικαιοπραγῶν οὐκ ἔγνω δικαιοσύνην.