Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 14
Not analysed yet
Καὶ ἑξῆς τούτῳ λέγεται· »περιτμήθητε τῷ θεῷ ὑμῶν, περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν«. »περιτμήθητε τῷ θεῷ ὑμῶν«· ἀναγκαίως πρόσκειται τὸ »περιτμήθητε τῷ θεῷ ὑμῶν«. νοήσεις δὲ αὐτὸ ἀπὸ τοῦ παραδείγματος τοῦ αἰσθητοῦ· περιτέμνονται, κατὰ τὸ αἰσθητὸν λέγω, οὐ μόνον οἱ ἐκ περιτομῆς κατὰ τὸν Μωσέως νόμον, ἀλλὰ καὶ ἄλλοι πολλοί. τῶν Αἰγυπτίων εἰδώλοις] οἱ ἱερεῖς περιτέμνονται, ἀλλ' ἐκείνη ἡ περιτομὴ εἰδώλοις περιτομή ἐστιν καὶ οὐκ ἔστιν τῷ θεῷ γινομένη περιτομή· ἡ δὲ Ἰουδαίων τάχα, πάντως δὲ τότε τῷ θεῷ ἐγίνετο. ἐὰν οὖν λέγῃ ὁ λόγος· »περιτμήθητε τῷ θεῷ ὑμῶν«, νοήσας τὸ ῥητὸν μετάβηθι καὶ ἐπὶ τὴν τροπολογίαν, ἵνα εὕρῃς πῶς τῶν περιτεμνομένων τροπολογιῶν (ὥστ᾿ ἂν εἰπεῖν τάχα τινὰς αὐτῶν· >ἡμεῖς ἐσμεν ἡ περιτομή<) οἱ μὲν περιτέμνονται τῷ θεῷ, οἱ δὲ περιττέμνοναι μέν. οὐ τῷ θεῷ δέ. εἰσὶν γε καὶ ἄλλοι λόγοι παρὰ τὸν λόγον τὸν τῆς ἀληθείας, παρὰ τὸν λόγον τὸν τῆς ἐκκλησίας. περιτέμνονται τὰ ἤθη καὶ τὴν καρδίαν ὥς τε εἰπεῖν σωφρονίζουσιν οἱ φιλοσοφοῦντες, σωφρονίζουσιν οἱ ἀπὸ τῶν αἱρέσεων καὶ γίνεται αὐτοῖς περιτομή. ἀλλὰ περιτομὴ μέν, οὐ τῷ θεῷ δέ· περιτομὴ γὰρ λόγῳ ψευδεῖ παρ' ἐκείνοις γίνεται. ὅταν δὲ κατὰ τὸν ἐκ- κλησιαστικὸν κανόνα, κατὰ τὴν πρόθεσιν τῆς ὑγιοῦς διδασκαλίας κοινωνικὸς ᾐς, οὐ περιτέτμησαι μόνον, ἀλλὰ περιτέτμησαι »τῷ θεῷ«. »Περιτμήθητε« οὐν τῷ θεῷ ὑμῶν, καὶ περιτέμεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν( τίς ταῦτα οὐ παρέρχεται ὡς σαφῆ; οὐκοῦν έ)στιν τις ἀκροβυστία τῆς καρδίας καὶ ταύτην δεῖ περιτέμνεσθαι. ὁ ἀκριβώσας τὸν λόγον τοιαῦτα ςητῶν ἐν τῷ τόπῳ ἐξετάσει· ἡ ἀκροβυστία συγγεννᾶται, ἡ περιτομὴ ἐπίκτητός ἐστιν, καὶ ὅπερ ἐκ γενέσεως ἐλήλυθεν, τοῦτο περιαιρεῖ ἡ περιτομή. εἰ τοίνυν περιαιρεῖσθαι κελεύει ὁ λόγος »τὴν ἀκροβυστίαν τῆς καρδίας«, ὀφείλει τι εἶναι συγγεγεννημένον τῇ καρδίᾳ, ὃ λέγει ἀκροβυστίαν, ὅπερ περιαιρεθῆναι δεῖ, ἵνα τις περιτετμῆται »τὴν ἀκροβυστίαν τῆς καρδίας«. ἐάν τις νοήσῃ τὸ »ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ ολιποί«, ἐάν τις νοήσῃ »τὸ σῶμα τῆς ταπεινώσεως‘ ἐν ᾠ γεγεννήμεθα, ἐάν τις νοήσῃ τὸ »οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδὲ εἰ μία ἡμέρα εἴη ἡ ζωὴ αὐτοῦ· ἀριθμητοὶ δὲ μῆνες αὐτοῦτ, ὄψεται τίνα τρόπον γεγεννήμεθα μετὰ ἀκαθαρσίας καὶ ἀκροβυστίας τῆς καρδίας ἡμῶν.