Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 14.1
Not analysed yet
»Ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύριος. καὶ ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε κύριος πρός με«. τήρει διαφορὰς Ἱερεμίου καὶ Ἡσαΐου. ὁ Ἡσαΐας φησίν· »ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου«. καὶ ἐπεὶ ἐξωμολογήσατο οὐκ ἔχων ἔργα ἀκάθαρτα, ἀλλὰ μόνον ῥημάτια (μέχρι γὰρ τούτου ἁμαρτωλὸς ἦν), οὐκ »ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ«, τὸ δὲ >ἓν τῶν Σεραφὶμ ἥψατο τῇ χειρὶ αὐτοῦ τῶν χειλέων αὐτοῦ, καὶ εἶπεν· ἰδοὺ ἀφῄρηκα τὰς ἀνομίας σου<. ἐπεὶ δὲ οὗτος ἡγιάσθη »ἐκ μήτρας«, οὐ λαβὶς αὐτῷ πέμπεται οὐδὲ »ἀπὸ τοῦ θυσιαστηρίου« ἄνθραξ (οὐκ εἶχεν οὐδὲν ἄξιον τοῦ πυρός), ἀλλ᾿ αὐτὴ ἡ χεὶρ τοῦ κυρίου ἥψατο αὐτοῦ. διὸ λέγει· »ἐξέτεινε κύριος τὴν χεῖρα αὐτοῦ πρός με καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν κύριος πρός με· ἰδοὺ δέδωκα τοὺς λόγους μμου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«. Τίς οὕτως μακάριός ἐστιν ὡς τὰς βασιλείας πολλὰς οὔσας, ἃς >δείκνυσιν ὁ διάβολος<, βασιλείας οὔσας δυνάμεων ἀντικειμένων, βασιλείας κατὰ τὰς ἁμαρτίας, ἐκριζοῦν τοῖς διδομένοις ὑπὸ τοῦ θεοῦ λόγοις; γέγραπται γάρ· »ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἰδοὺ καθέστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν«. ὥσπερ δὲ βασιλεῖαί εἰσιν, οὕτως καὶ ἔθνη οὐδὲ δύναται λέγεσθαι βασιλεία εἰ μὴ ἡ ἔχουσα ὑφ᾿ ἑαυτὴν ἔθνη. οἷον, βασιλεία ἐστὶ τῆς πορνείας, ἔθνη τῆς πορνείας ἑκάστη πορνεία†. μία βασιλεία ἐστὶ αὐτὸ τὸ γενικὸν ἁμάρτημα τῆς πλεονεξίας καὶ τῆς ἀποστερήσεως, καὶ εἰσὶ πολλαὶ βασιλεῖαι ἐν τοῖς πολλὰ εἴδη ἔχουσιν ἁμαρτημάτων. εἶτα καθ᾿ ἕκαστον τῶν ἁμαρτωλῶν νόει μοι τὰ ἔθνη τὰ ὑπὸ τὴν βασιλείαν, ὡς εἰπεῖν, ὅτι ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν πορνείαν, ὁ δεῖνα ἔχει ἔθνη πολλὰ τῆς βασιλείας τῆς κατὰ τὴν ἀποστέρησιν, τῆς κατὰ τὴν καταλαλιάν, τῆς κατὰ τὴν ὀργήν. ἔργον ἐστὶ τῶν λόγων τοῦ θεοῦ ἐπὶ »ἔθνη καὶ βασιλείας« ἐξαποσταλέντων »ἐκριζοῦν καὶ κατασκάπτειν«. ἐκριζοῦν τίνα; ἐδίδαξεν ὁ σωτὴρ λέγων· »πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται«. ἔστι τινὰ ἔνδον ἐν ταῖς ψυχαῖς, ἃ »οὐκ ἐφύτευσεν ὁ πατὴρ ὁ οὐράνιος«· πάντες γὰρ οἱ >διαλογισμοὶ οἱ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι, βλασφημίαι<, φυτεῖαί εἰσι πεφυτευμέναι οὐχ ὑπὸ τοῦ οὐρανίου πατρός. εἰ θέλεις δὲ ἰδεῖν, τίνος εἰσὶ φυτεῖαι οἱ τοιοῦτοι διαλογισμοί, ἄκουε ὅτι ὁ »ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν«, ὁ ἐπισπείρας τὰ »ζιζάνια ἀνὰ μέσον τοῦ σίτου«. ἐφέστηκεν οὖν ὁ θεὸς ἔχων τὰ σπέρματα, καὶ ὁ διάβολος. ἐὰν διδῶμεν »τόπον τῷ διαβόλῳ«, »ὁ ἐχθρὸς« ἐπισπείρει φυτείαν, »ἣν οὐκ ἐφύτευσεν ὁ πατὴρ διαβόλῳ«, πάντως ἐκριζωθησομένην· ἐὰν μὴ διδῶμεν »τόπον τῷ διαβόλῳ«, ἀλλὰ διδῶμεν τόπον τῷ θεῷ, χαίρων ὁ θεὸς σπείρει τὰ σπέρματα αὐτοῦ ἐπὶ τὸ ἡγεμονικὸν ἡμῶν. μὴ νόμιζε τοίνυν τὸν Ἱερεμίαν σκυθρωπόν τι εἰληφέναι δῶρον ἀπὸ τοῦ θεοῦ, ὅτι καθίσταται »ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, ἐκριζοῦν«. ἀγαθὸς ὁ θεός ἐστι διὰ τῶν λόγων ἐκριζῶν τὰ φαῦλα, τὰς ἐχθρὰς βασιλείας τῶν οὐρανῶν τῇ βασιλείᾳ, τὰ πολεμικὰ ἔθνη τῷ ἔθνει τῷ τοῦ θεοῦ. »Ἐκριζοῦν καὶ κατασκάπτειν«.