Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 13
Not analysed yet
»Καὶ εἶπα· ὁ ὤν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν ὅτι νεώτερος ἐηώ εἰμι. καὶ εἶπε κύριος πρός με· μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πολλάκις εἴπομεν, ὅτι ἔστι κατὰ τὸν ἔσω ἄνθρωπον εἶναι παιδίον, κἂν ἐν γεροντικῇ τις ᾖ ἡλικίᾳ σώματος· ἔστι δέ ποτε κατὰ τὸν ἔξω ἄνθρωπον εἶναι παιδίον, κατὰ δὲ τὸν ἔσω ἄνδρα. τοιοῦτος ἦν ὁ Ἱερεμίας, ἤδη ἔχων τὴν χάριν ἀπὸ θεοῦ ἔτι ὢν ἐν τῇ τοῦ παιδίου ἡλικίᾳ κατὰ τὸ σῶμα. διό φησιν αὐτῷ ὁ κύριος· »μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι«. σημεῖον δὲ τοῦ μῆ εἶναι αὐτὸν νεώτερον, ἀλλ᾿ »ἄνδρα τέλειον«, τὸ »πρὸς πάντας οὃς ἐὰν ἐξαποστείλω σε πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλήσεις. μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν«. οὖδεν ὁ τοῦ θεοῦ λόγος ὅτι οἱ πρεσβεύοντες τὸν λόγον κινδυνεύουσιν ἐν τοῖς ἀκούουσιν· ἐλεγχόμενοι γὰρ μισοῦσιν αὐτούς, ἐπιπλησσόμενοι διώκουσι. πᾶν ὁτιοῦν πάσχουσιν οἱ προφῆται· »οὐκ ἔστι προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ ἰδίᾳ πατρίδι καὶ τῇ οἰκίᾳ αὐτοῦ«. οὗ καὶ πρώην ἐμνημονεύομεν. οἶδεν οὖν ὁ θεὸς πέμπων τὸν προφήτην, ὅσους κινδύνους ἀναδέξεται, καὶ λέγει αὐτῷ· »μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν, ὅτι μετὰ σοῦ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει κύ- ριος«. ἃ πέπονθεν Ἱερεμίας, ἀναγέγραπται· εἰς λάκκον βορβόρου βέβληται, ἔμεινεν ἐκεῖ >ἕνα ἄρτον ἐσθίων τῆς ἡμέρας< καὶ ὕδωρ μόνον πίνων, καὶ ἄλλα δὲ μυρία ἃ πέπονθεν ἡ προφητεία αὐτοῦ δεδήλωκεν. »τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν«; εἴρηται πρὸς τοὺς Ἰουδαίους. καὶ ἀναγκαῖόν ἐστι >τοὺς θέλοντας ζῆν εὐ- σεβῶς ἐν Χριστῷ Ἰησοῦ πάντως ὑπὸ δυνάμεων ἀντικειμένων δι᾿ ὧν εὑρίσκουσι σκεῦῶν διώκεσθαι<. διὰ τοῦτο μὴ ξενιζόμενοι οἱ διωκόμενοι πάντα πραττέτωσαν, μόνον εὐχόμενοι, ἵνα ἀδίκως διώκωνται καὶ μὴ δικαίως, μὴ δι᾿ ἀδικίαν, μὴ δι᾿ ἁμαρτίαν, μὴ διὰ πλεονεξίαν. ἐὰν δὲ διώκηταί ποτέ τις διὰ δικαιοσύνην, καὶ ἀκουέτω τοῦ »μακάριοί ἐστε ὅταν ὀνειδίζωσιν ὑμᾶς καὶ διώκωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ᾿ ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ. χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς· οὕτως γὰρ ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν«.