Ancient Greek
Ὁμιλία ή. Εἰς τὸ »ύριος ὁ Ποιήσας ιὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ« μέχρι τοῦ »ἐμωράνθη Πᾶς ἄνθρωπος ἀπὸ γνώσεως«.
Origen, In Jeremiam (Homiliae 1-11) 2-6
Not analysed yet
Καὶ ἐν τῇ φρονἠσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν((. οὐ συν- τυχικῶς τὴν φρόνησιν παρέλαβεν ἐπὶ τοῦ οὐρανοῦ· εὑρήσεις γὰρ ἐν ταῖς Παροιμίαις λεχθέν. »ὁ θεὸς ἐν τῇ σοφίᾳ ἐθεμελίωσεν τὴν γῆν, ἡτοίμασεν δὲ οὐρανοὺς ἐν φρονήσει«. ἔστιν οὑν τις φρόνησις θεοῦ, ἥν μὴ ζήτει εἰ μὴ ἐν Χριστῷ Ἰησοῦ. πάντα γὰρ ὅσα τοῦ θεοῦ τοιαῦτά ἐστιν, ὁ Χριστός ἔστιν. σοφία τοῦ θεοῦ αὐτός, θεοῦ θεοῦ αὐτός, δικαιοσύνη θεοῦ αὐτός, ἁγιασμὸς αὐτός, ἀπολύτρωσις αὐτός· οὕτως φρόνησις αὐτός ἐστιν θεοῦ. ἀλλὰ τὸ μὲν ὑποκείμενον ἕν έστιν, ταῖς δὲ ἐπινοίαις τὰ πολλὰ ὁνόματα ἐπὶ διαφόρων ἐστίν. καὶ οὐ ταὐτὸν νοεῖς περὶ τοῦ Χριστοῦ, ὅτε νοεῖς αὐτὸν σοφίαν, καὶ ὅτε νοεῖς αὐτὸν δικαιοσύνην. ὅτε μὲν γὰρ σοφίαν, τὴν ἐπιστήμην λαμβάνεις τῶν θείων καὶ ἀνθρωπίνων. ὅτε δὲ δικαιοσύνην, τὴν τοῦ κατ΄ άξίαν ἀπονεμητικὴν δύναμιν ἐν τῷ παντί· καὶ ὅτε ἁγιασμόν, τὸν περιποιη- τικὸν τοῦ ἁγίους γενέσθαι τοὺς πιστεύοντας καὶ ἀνακειμένους τῷ θεῷ. οὕτως οὖν Ι καὶ φρόνησιν αὐτὸν νοήσεις, ὅτε ἐπιστήμη ἐστὶν ἀγαθῶν καὶ κακῶν καὶ οὐθετέρων. ἐπεὶ οὐν χωρίζεται τοῖς ἐν οὐ- ρανῷ κατοικοῦσιν ἢ τοῖς τὸν οὐράνιον ἄνθρωπον φοροῦσιν †χωρίσαν- τος τὰ κακὰ ἀπὸ τῶν ἀγαθῶν, ἴνα μηκέτι μολύνηται ἐκεῖνος ὁ οὐ- ρανὸς διὰ τὸ τῇ φρονήσει τοῦ θεοῦ ἐκτετάσθαι τὸν οὐρανὸν μήτε ὁ δίκαιος ὢν οὐρανός (ἔστιν δὲ καὶ ὁ δίκαιος οὐρανός, ὡς εἴρηται. »καὶ ἐξέτεινεν τὸν οὐρανὸν τῇ φρονήσει αύτοῦ«. Πῶς οὖν ἐκτείνεται ὁ οὐρανός; ἐκτεινούσης αὐτὸν τῆς σοφίας. δηλοῦται δὲ ὡς ἡ σοφία ἐκτείνει ἐν τῷ τῷ »ἐπειδὴ ἐξέτεινον λόγους καὶ οὐ προσείχετε«, καὶ λέγει ἔκτασίν τινα εἶναι λόγων· οὕτως ἐκτείνεται ὁ οὐρανός. καὶ ἐν ἑκατοστῷ τρίτῳ λέγεται ψαλμῷ. »ἐκτείνωνξ τὸν οὐρανὸν ὡσεὶ δέρριν«, ἐκτείνεται δὲ καὶ ἡ ψυχὴ ἡμῶν πρότερον συνεσταλμένη, ἴνα δυνηθῇ χωρῆσαι τὴν σοφίαν τοῦ θεοῦ. ἀλλὰ γὰρ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. ἐλέγομεν περὶ τοῦ τὸν οὐρα- νὸν ἐν φρονήσει γεγονέναι. καί φαμεν ὅτι οἱ τὸν οὐράνιον ἄνθρωπον φοροῦντες καὶ αὐτοί εἰσιν οὐρανός. εἰ γὰρ πρὸς τὸν ἁμαρτά- νοντα λέγεται. »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«, πρὸς τὸν δίκαιον οὐκ ἂν λεχθείη, οὑ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν‘· οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἢ διὰ μὲν τὸν χοϊκὸν λεχθήσεται τῷ φοροῦντι »τὴν εἰκόνα τοῦ χοϊκοῦ«. »γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ«, διὰ δὲ τὸν οὐράνιον, ἐπὰν φορέσῃς »τὴν εἰκόνα τοῦ ἐπουρανίου«, οὑκέτι ἁρμόσει λέγεσθαι. οὐρανὸς εἶ, καὶ εἰς οὐρανὸν ἀπελεύσῃ; ἐκαστος οὖν ἡμῶν ἔχει ἔργα οὑράνια καὶ ἐπίγεια. ἐπίγειά ἐστιν ἔργα, ἅ ἐπὶ τὴν συγγενῆ αὐτοῖς γῆν κατάγει τὸν θησαυφίζοντα αὐτὰ ἐπὶ τῆς γῆς, καὶ μὴ θησαυρίζοντα ἐν . πάλιν ἐπὶ τὰ συγγενῆ τοῖς ἔργοις χωρία τὰ ἐν τῷ οὐρανῷ ἀνάγει τὸν θησαυρίξοντα ἐν ,τὸν φορέσαντα «τὴν εἰκόνα τοῦ ἐπουρανίου« τὰ πραττόμενα κατ΄ ἀρετήν.