Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 3
Not analysed yet
κατεδίκασεν ὁ θεὸς τὴν Ἱερουσαλὴμ διὰ τὰ ἁμαρτήματα αὐτῆς, καὶ ἦσαν κριθέντες εἰς Αχμαλωσίαν ἐγκαταλειφθῆναι. ὅμως ὁ φιλάνθρωπος θεὸς ἐνεστηκότος τοῦ καιροῦ πέμπει καὶ τοῦτον τὸν προφήτην ἀνωτέρω τρίτης βασιλείας τῆς ἐπὶ τῆς αἐχμαλωσίας, ἵν᾿ οἱ βουλόμενοι κατανοήσαντες μετανοήσωοι διὰ τοὺς προφητικοὺς λόrους. ἐζαπέσταλκε προφήτην προφητεύειν καὶ ἐπὶ τοῦ δευτέρου μετὰ τὸν πρῶτον βασιλέα καὶ έπὶ τοῦ τρίτου μέχρι τῶν χρόνων αὐτῆς τῆς αἰχμαλωσίας. ἐδίδου γὰρ ἀνοχὴν ὁ μακρόθυμος θεὸς καὶ πρὸ μιᾶς ἡμέρας, ὡς ἔστιν εἰπεῖν, τῆς αἰχμαλωσίας, προτρέπων μετανοεῖν τοὺς ἀκούοντας, ἵνα παύσηται τὰ τῆς αἰχμαλωσίας σκυθρωπά· ὅθεν γέγραπται ὅτι »ἕως τῆς αἰχμαλωσίας Ἱερουσαλὴμ προεφήτευοεν Ἱερεμίας ἕως τοῦ πέμπτου μηνός<. ἤρξατο ἡ καὶ ἔτι προεφήτευεν οἱονεὶ λέγων· αἰχμάλωτοι γεγόνατε, κἂν οὕτω μετανοήσατε· μετανοησáντων γὰρ ὑμῶν οὐ προκόφει τὰ τῆς αἰχμαλωσίας, ἀλλὰ τὸ ἔλεος τοῦ θεοῦ ἐπισταθήσεται ὑμῖν. ἔχομεν οὖν χρήσιμον ἀπὸ τῆς ἀναγραφῆς ἐχούσης τοὺς χρόνους τῆς προφη- τείας, ὅτι προτρέπει κατὰ φιλανθρωπίαν ἑαυτοῦ ὁ θεὸς τοὺς ἀκούοντας μὴ παθεῖν τὰ τῆς αἰχμαλωσίας. Τοιαῦτα καὶ περὶ ἡμᾶς ἐστιν. ἐὰν ἁμαρτάνωμεν, αἰχμάλωτοι καὶ ἡμεῖς μέλλομεν γίνεσθαι. τὸ γὰρ »παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ« οὐδὲν διαφέρει τοῦ παραόοῦναι τοὺς ἀπὸ Ἱερουσαλὴμ τῷ Ναβουχοδονόσορ· ὡς γάρ ἐκείνῳ παρεδίδοντο διὰ τὰς ἁμαρτίας, οὕτω τῷ σατανᾷ παραδιδόμεθα διὰ τὰς ἁμαρτίας ὅντι Ναβουχοδονόσορ. καὶ »οὓς παρέόωκα τῷ σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν‘ φησὶ περὶ ἄλλων ἁμαρτωλῶν ὁ ἀπόστολος.