Ancient Greek
Ὁμιλία β΄. Εὶς τὸ »πῶς ἐσιράφης εἰς πικρίαν, ἡ ἅμπελος ἡ ἀλλοτρία«; μέχρι τοῦ »ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωμαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον ἐμοῦ, λέγει κύριος«.
Origen, In Jeremiam (Homiliae 1-11) 3-2
Not analysed yet
Διὰ τοῦτο ὁ Ἰησοῦς βαπτίζει (τάχα νῦν εὑρίσκω τὸν λόγον) »ἐν πνεύματι [καὶ] ἁγίῳ καὶ πυμί«. οὐχ ὅτι τὸν αὐτὸν »ἐν πνεύματι ἁγίῳ καὶ πυρί«, ἀλλὰ τὸν μὲν ἅγιον »ἐν πνεύματι ἁγίῳ«, τὸν δὲ μετὰ τὸ πιστεῦσαι, μετὰ τὸ ἀξιωθῆναι ἁγίου πνεύματος, πάλιν ἡμαρτηκότα λούει ἐν »πνρί«’ ὡς μὴ τὸν αὐτὸν εἰναι βαπτιζόμενον ὑπὸ Ἱησοῦ »ἐν πνεύματι ἀγίῳ καὶ πυρί«. μακάριος οὖν ὁ βαπτιζόμενος ἐν ἁγίῳ πνεύματι καὶ μὴ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός. τρισάθλιος δὲ ἐκεῖνος, ὅστις χρείαν ἔχει βαπτίσασθαι τῷ πυρί. πλὴν ἀμφότερα ἔχει ὁ Ἰησοῦς. »ἐξελεύσεται« γὰρ »ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται«. »ῥάβδος« ἐπὶ τοὺς κολαζομένους »ἄνθος« ἐπὶ τοὺς όικαίους. οὕτως »ὁ θεὸς πῦρ καταναλίσκον« ἐστί, καὶ »ὁ θεὸς φῶς ἐστι«· πῦρ καταναλίσκον τοῖς ἁμαρτωλοῖς, φῶς τοῖς δικαίοις καὶ ἁγίοις. καὶ >μακάριος ὁ ἕχων μέρος ἐν τῇ ἀναστάσει τῇ πρώτῃ ὀ τηρήσας τὸ βάπτισμα τοῦ ἀγίου πνεύματος. τίς ἐστιν ὁ ἐν ἑτέρᾳ σῳζόμενος ἀναστάσει; ὁ δεόμενος βαπτίσματος τοῦ ἀπὸ πυρός, ὅταν ἔλθῃ ἐπὶ τὸ πῦρ ἐκεῖνο, καὶ τὸ πῦρ αὐτὸν δοκιμάζῃ, καὶ εὕρῃ τὸ πῦρ ἐκεῖνο ξύλα, χόρτον καὶ ,ὥστε αὐτὰ κατακαῦσαι. διὰ τοῦτο τούτων λεγομένων, ὅση δύναμις συναγαγόντες τοὺς λόγους τοὺς τῶν γραφῶν, εἰς τὴν καρδίαν ἀποτιθώμεθα αὐτοὺς καὶ κατ’ αὐτοὺς πειραθῶμεν ζῆν, ἐὰν ἄρα δυνηθῶμεν πρὸ τῆς ἐξόδου καθαροὶ γενέσθαι, καὶ ἑτοιμάσαντες εἰς τὴν ἔξοδον τὰ ἔργα ἡμῶν ἐξελθόντες ἐν αὐτοῖς τοῖς ἀγαθοῖς παραληφθῆναι καὶ ἐν Χριστῷ Ἰησοῦ σωθῆναι, ᾣ έστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.