Ancient Greek
Ὁμιλία ζ΄. Εἰς τὸ »καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὑ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν« μέχρι τοῦ »οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ οὑχ ὑμῶν«.
Origen, In Jeremiam (Homiliae 1-11) 3.1
Not analysed yet
»Καὶ ἔσται ὅταν εἴπητε. τίνος ἕνεκεν ἐποίησεν κύριος ὁ θεὸς ἡμῖν ἅπαντα τὰ κακὰ ταῦτα; καὶ ἐρεῖς αὐτοῖς· ἀνθ᾿ ὧν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἑτέροις έν τῇ γῇ ὑμῶν, οὕτως οὕτως ἐν γῇ οὐχ ὑμῶν«. τὸ ῥητὸν νοηθήτω, καὶ ἀρκεῖ ἐπὶ τοῦ παρόντος τὴν τὴν ὑπόμνησιν τοῖς ἀκούειν δυναμένοις ἐκ τοῦ ῥητοῦ παραστῆσαι. οὐκοῦν οἱ υἱοὶ Ἱσραὴλ τὴν ἁγίαν γῆν, τὸν ναὸν εἶχον, τὸν οἶκον τῆς προσευχῆς. ἔδει αὐτοὺς λατρεύειν τῷ θεῷ. παραβαίνοντες δὰς τὰς θείας ἐντολὰς καὶ εἰδωλολάτρουν καὶ τὰ εἴδωλα παρελάμβανον Δαμασκοῦ, ὡς γέγραπται ἐν ταῖς Βασιλείαις, καὶ ἄλλα εἴδωλα ἀνελάμβανον τῶν τῶν εἰς τὴν ἁγίαν γῆν. δἰ ὡν παρελάμβανον τῶν ἐθνῶν εἰδώλων, ἁξίους ἐαυτοὺς ἑποίουν ἐποίουν καταβληθῆναι εἰς τὴν τῶν εἰδώλων γῆν, καταγενέσθαι ἐκεῖ, ὅπου προσεκύνουν τά εἴδωλα. φησὶν οὑν ὁ λόγος αὐτοῖς κατὰ τὸ ῥητόν· »ἀνθ' ὡν ἐγκατελίπετέ με καὶ ἐδουλεύσατε θεοῖς ἀλλοτρίοις ἐν τῇ γῇ ὑμῶν, οὕτως οὕτως δουλεύσετε θεοῖς ἀλλοτρίοις ἐν γῇ οὐχ ὑμῶν« πᾶς θεοΠοιῶν τι δουλεύει θεοῖς ἀλλοτρίοις. ἐκθειάξεις τὰ βρώματα καὶ τὰ πόματα; θεός σού ἐστιν »ἡ κοιλία( τιμᾷς τὸ ἀργύριον ὡς μέγα ἀγαθὸν καὶ τὸν πλοῦτον τὸν κάτω; θεός σού ἐστιν ὁ μαμωνᾶς καὶ κύριος. Ἰησοῦς γὰρ αὐτὸν εἶπενξ κύριον τῶν φιλαργύρων φάσκων· »οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ; οὐδεὶς δύναται δυσὶν κυρίοις δουλεύειν( οὐκοῦν ὁ τιμῶν τὸ ἀργύριον καὶ θαυμάζων τὸν πλοῦτον καὶ νομίζων ἀγαθὸν αὐτὸν εἶναι καὶ ἀποδεχόμενος τοὺς πλουσίους ὡς θεούς, τοὺς δὲ πένητας ὡς μὴ ἔχοντας τὸν θεὸν αὐτῶν ἐξουθενῶν, οὗτος θεοποιεῖ τὸ ἀργύριον. ἐάν τις ἐν τῇ τοῦ τοῦ θεοῦ, τῇ ἐκκλησίᾳ, τυγχάνων προσκυνήσῃ θεοῖς ἀλλοτρίοις θεοποιῶν τὰ μὴ θεοποιεῖσθαι ἄξια, ἐκβληθήσεται εἰς γῆν ἀλλοτρίαν καὶ προσκυνείτω τοὺς θεούς, οὓς ἔνδον προσεκύ- νησεν γενόμενος. ἔξω φιλάργυρος ἔστω ἀπὸ τῆς ἐκκλησίας ἐκβλη- θείς, γαστρίμαργος ἔξω ἔστω τῆς ἐκκλησίας γενόμενος. ταῦτα κατὰ μίαν τροπολογίαν, ἵνα μὴ νῦν περιεργάζωμαι Ι τὰ ὑπὲρ ἐμαυτὸν καὶ περὶ τῆς γῆς, περὶ ἡς εἶπεν ὁ σωτήρ· »τὸ ἡμέτερον τίς δώσει ὑμῖν; «καὶ ὅτι γενομένης προσκυνήσεως ἐν τῇ γῇ τινος οὕτως ὁ θεὸς ᾠκο- νόμησεν ἐκβληθῆναί τινας ἀπὸ τῆς ἐαυτοῦ καὶ ἐλθεῖν ἐπὶ τὴν γῆν, περὶ ἡς γέγραπται. »ἄκουε, Ἰσραήλ. τί ὅτι ἐν τῇ τῶν ἐχθρῶν εἶ; συνελογίσθης μετὰ τῶν καταβαινόντων εἰς ᾄδου. ἐγκατέλιπες πηγὴν ζωῆς τὸν κύριον. τῇ ὁδῷ τοῦ θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνο«. Νῦν οὑν ἐν γῇ ἀλλοτρίᾳ ἐσμέν, καὶ εὐχόμεθα τὸ ἐναντίον ποιῆ- σαι, ὡς ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ γῇ τῇ ἀγίᾳ. ἐκεῖνοι μὲν γὰρ τὰ ἀλλότρια] ἐν τῇ γῇ τῇ ἁγίᾳ ἀλλοτρίοις προσεκύνησαν· ἡμεῖς δὲ ἐν ἀλλοτρίᾳ γῇ τὸν ἀλλότριον τῆς γῆς προσκυνοῦμεν θεόν, ἀλλότριον τῶν ἐπὶ γῆς πραγμάτων· ἄρχει μὲν γὰρ ὁ ἄρχων τοῦ αἰῶνος ἐνθάδε, καὶ ἀλλότριος τῶν υἱῶν αὐτοῦ ἐστιν ὁ θεός. ἀλλότριον τριον δὲ ἂν εἴπω οὐ τοῦτο λέγω. οὐ κτίσαντα τὸν κόσμον, ἀλλὰ ἀλλότριον τοῦ κυρίου τῆς κακίας, ἀλλότριον τῶν παρόντων ἀμαρτημάτων. καίτοιγε καὶ θέλοντες τὸν ἀλλότριον τῶν τῆς ἁμαρτίας πρα- γμάτων προσκυνεῖν θεὸν ἐν τῇ γῇ ταύτῃ τῆς κακώσεως, τί ποιοῦμεν ἴδωμεν. οὐ λέγομεν· »πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας«; ἀλλά. πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου οὐκ ἐπὶ γῆς ἀλλοτρίας; τούτου τόπον ζητοῦμεν τοῦ ᾄδειν τὴν ᾠδὴν κυρίου, τόπον τοῦ προσκυνεῖν κύριον τὸν θεὸν ἡμῶν ἐπὶ γῆς ἀλλοτρίας. τίς οὖν ὁ τόπος; εὗρον τοῦτον· ἦλθεν ἐπὶ ταύτην φορέσας σῶμα τὸ σῶσαν, ἀναλαβὼν »τὸ σῶμα τὸ τῆς ἀμαρτίας« »ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας«, ἵν' ἐν τούτῳ τῷ τόπῳ διὰ τὸν ἐπιδημήσαντα Χριστὸν Ἰησοῦν καὶ κα ταργήσαντα τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου καὶ καταργήσαντα τὴν ἁμαρτίαν, δυνηθῶ προσκυνῆσαι τὸν θεὸν ἐνθάδε καὶ μετὰ τοῦτο προσκυνήσω ἐν τῇ γῇ τῇ ἁγίᾳ. εἰ γὰρ προσκυνήσας τις τὰ εἴδωλα ἐν τῇ γῇ τῇ ἁγίᾳ ἁπελήλυθεν εἰς τὴν γῆν τὴν ἀλλοτρίαν, προσκυνήσας τις τὸν θεὸν ἐν τῇ γῇ τῇ ἀλλοτρίᾳ ἀπελεύσεται ἐπὶ τὴν γῆν τὴν ἁγίαν ἐν Χριστῷ Ἰησοῦ, ᾦ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.