Ancient Greek
Ὁμιλία ζ΄. Εἰς τὸ »καὶ ἔσται ἐν ταῖς ἡμέραις ἐκείναις, λέγει κύριος ὁ θεός σου, οὑ μὴ πατάξω ὑμᾶς εἰς συντέλειαν« μέχρι τοῦ »οὕτως δουλεύσετε ἀλλοτρίοις ἐν τῇ οὑχ ὑμῶν«.
Origen, In Jeremiam (Homiliae 1-11) 2-5
Not analysed yet
Σκοπῶ δὲ μήποτε καὶ περὶ ἡμᾶς τοιαῦτά ἐστιν, καὶ κολάσεις τινὲς γίνονται, ὥστε τούσδε μὲν μὴ πεῖραν ἔχειν δευτέρων κολάσεων ἀλλὰ ἀρκεσθῆναι ταῖς προτέραις, ἄλλους δὲ ἥκειν καὶ ἐπὶ τὰς δευτέρας, οὐ μὴν καὶ ἐπὶ τὰς τρίτας, ἄλλους δὲ ἐλεύσεσθαι καὶ ἐπὶ τὰς τετάρτας. τὸ γὰρ »προσθήσω πληγὰς ἑπτά« ὁτίποτε μυστήριον δηλοῖ μιᾶς μιᾶς γινομένης καὶ δευτέρας καὶ τρίτης μέχρι τῶν εἰρημένων ἑπτὰ ἐπί τινας. οὐ πάντες δὲ ἑπτὰ πληγὰς πλήσσονται· ἀλλ᾿ οϊμαί τινας πληγήσεσθαι πληγήσεσθαι πληγὰς ἔξ, ἄλλους πέντε, πέντε, ἄλλους τέσσαρας, ἄλλλους τρεῖς ἢ δύο, τοὺς δὲ πάντων ὑποδεεστέρους ἐν κολάσεσιν πληγὴν νομίζω πληγήσεσθαι μίαν. οἶδεν οὖν ὁ θεὸς καὶ τὰ περὶ τῶν πληγῶν. διὸ γέγραπται ἐνθάδε κατὰ τὴν ἀρχὴν τοῦ ἁναγνώσματος. »καὶ ἔσται έν ταῖς ἡμέραις ἐκείναις«, ταῖς περὶ τῶν εἰρημένων, »οὑ μὴ ποιήσω ὑμᾶς συντέλειαν«. συντέλειαν«. άλλ᾿ οὐκ ἐν ταῖς ἡμέραις ἐκείναις συντέλεια· εἰσὶν γάρ τινες ἠμέραι, ὅτε ποιήσει οὓς ποιήσει εἰς συντέλειαν.