Ancient Greek
Ὁμιλία δ΄. Εἰς τὸ »καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου« μέχρι τοῦ »ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα«.
Origen, In Jeremiam (Homiliae 1-11) 5.1
Not analysed yet
»Καὶ ἐπόρνευσεν ἐκεῖ. καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψεν, καὶ εἶδεν τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύνθετος Ἰούδα«. λελοιδορήμεθα καὶ ἡμεῖς, λέγω οἱ ἁμαρτάνοντες καὶ μὴ τηροῦντες τὰς συνθήκας τοῦ θεοῦ μηδὲ βλέποντες ὅτι ἀπολωλέκασιν ἐκεῖνοι τὴν διαθήκην εὐγενεῖς ὄντες, ἐξ Ἀβραὰμ ὄντες, ἐπαγγελίαν λαβόντες. δέον οὖν ἡμᾶς λογίζεσθαι, ὅτι ἐκπεπτώκασιν ἐκεῖνοι τῶν εὐλογιῶν καὶ τῶν ἐπαγγελιῶν καὶ οὐδὲν ὤνησεν αὐτοὺς τὸ εἶναι ἀπὸ τῶν πατέρων, πόσῳ πλέον ἡμεῖς ἁμαρτάνοντες ἐγκαταλειφθησόμεθα. εἰ ἦτε τέκνα τοῦ Ἀβραάμ, τὰ ἔργα τοῦ Ἀβραὰμ ἂν ἐποιεῖτε« λέγει αὐτοῖς ὁ σωτήρ. καὶ πάλιν ὁ Ἰωάννης· »μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, ὄτι πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ«· λίθους αἰνισσόμενος ἡμᾶς τοὺς λιθίνην ἔχοντας τὴν καρ- δίαν< καὶ ἐσκληρυμμένους πρὸς τὴν ἀλήθειαν. καὶ ἀληθῶς ὁ θεὸς ἤγειρε τέκνα τῷ Ἀβραὰμ ἀπὸ τῶν λίθων, ἐὰν μείνωμεν ἐν τῇ τεκνογονίᾳ< καὶ τηρήσωμεν τὸ πνεῦμα τῆς . οὖν »τὴν ἀσυνθεσίαν αὐτῆς« τῆς κατοικίας τοῦ Ἰσραὴλ »ἡ ασύνθετος Ἰούδα«, ἡ μὴ τηρήσασα τὰς συνθήκας τὰς πρὸς τὸν θεόν, καὶ εἶδεν διότι περὶ πάντων, ὡν κατελείφθη« ἐκείνη (ταῦτα γὰρ πάντα ἡμεῖς βλέπομεν ὁ Ἰούδας, ἐὰν ἀναγινώσκωμεν τὴν γραφήν) >ὅτιπερὶ ὡν κατελείφθη ἡ κατοικία τοῦ Ἰσραὴλ ἐν οἷς ἐμοιχᾶτο, ἐξαπέστειλεν αὐτὴν ὁ θεὸς καὶ ἔδωκεν αὐτῇ βιβλίον ἀποστασίου ἡμᾶς παιδευθῆναι ἐξ ὧν ἐκείνοις ἐποίησε κρίνας αὐτοὺς κατὰ τά ἁμαρτήματα, ἐγκαταλιπὼν καὶ παραδοὺς εἰς αἰχμαλωσίαν καὶ παραδοὺς εἰς φόνον καὶ παραδοὺς τοῖς πολεμίοις· δέον ἐκ τούτων ἡμᾶς ἐπιστρέψαι καὶ ἕκαστον ἡμῶν λογίσασθαι ὅτι, εἰ ὁ θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, πόσῳ πλέον ἡμῶν οὐ φείσεται ἀπὸ τῶν πατέρων οὕτως ἐξέωσε γενομένους ἁμαρτωλούς, τί ἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν κληθέντες πεισόμεθα, ἡμεῖς οὐδὲν τούτων ἐλογισάμεθα, κληθέντες ἵνα παραζηλώσῃ ἐκεῖνος ὁ λαὸς ὁρῶν τὸν δοῦλον τετιμημένον, βλέπων τὸν ἀγενῆ προσεληλυθότα. εἰ δὲ τοσαῦτα ἐκεῖνοι πεπόνθασι, πόσῳ πλέον, ἐὰν ἁμαρτάνωμεν, ἡμεῖς ἐγκαταλειφθησόμεθα; »Ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραήλ, ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖρας αὐτῆς· καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα« ἃ πεποίηκα τῇ κατοικίᾳ τοῦ Ἰσραὴλ ὅτι »ἐξαπέστειλα αὐτὴν καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου«. »οὐκ ἐφοβήθη« ἐκ τῶν ἐκείνοις γεγενημένων. εἰσῆλθέ τις εἰς οἰκίαν οἰκοδεσπότου· νεώνητός ἐστι, πυνθάνεται τίνα τῶν προτέρων οἰκετῶν ἐτίμησε καὶ διὰ τί, τίνα ἠτίμασε τῶν οἰκετῶν καὶ διὰ τί. κατανοήσας, εἰ βούλεται μ εῖναι ἐν τῇ οἰκίᾳ τοῦ οἰκοδεσπότου, φυλάσσεται περιπεσεῖν, ἃ πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ ἡμαρτηκότες καὶ ἐκβεβλημένοι καὶ κολάσει παραδεδομένοι. εἶτα μαθὼν τίνα πεποιήκασιν οἱ πρότεροι δοῦλοι καὶ εὐδοκιμηκότες, καὶ ἐπὶ ποταποῖς ἐλευθερίας τετυχήκασι, ζηλοῖ ἐκείνους. καὶ ἡμεῖς δὲ οὐκ ἠμεν δοῦλοι τοῦ θεοῦ, ἀλλὰ εἰδώλων καὶ δαιμόνων, ἐθνικοί, ἐχθὲς καὶ πρώην προσεληλύθαμεν τῷ θεῷ, ἀναγινώσκωμεν τὴν γραφήν, ἴδωμεν τίς ἐδικαιώθη, τίς κατεδικάσθη, μιμησώμεθα τοὺς δικαιωθέντας, φυλασσώμεθα περιπεσεῖν τούτοις, οἷς περιπεπτώκασιν οἱ αἰχμαλωτευθέντες, οἱ ἐκβληθέντες ἀπὸ τοῦ θεοῦ.