Ancient Greek
Ὁμιλία δ΄. Εἰς τὸ »καὶ εἶπεν κύριος πρός με ἐν ταῖς ἡμέραις Ἰωσίου« μέχρι τοῦ »ἐδικαίωσε τὴν ψυχὴν αὐτοῦ Ἰσραὴλ ἀπὸ τῆς ἀσυνθέτου Ἰούδα«.
Origen, In Jeremiam (Homiliae 1-11) 6-2
Not analysed yet
»Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, καὶ ἐπορεύθη καὶ ἐπόρνευσεν καὶ αὐτή«. πρότερον πορνεύσαντος τοῦ Ἰσραὴλ πεπόρνευκεν ὕστερον καὶ Ἰούδας. »καὶ ἐγένετο εἰς οὐδὲν ἡ πορνεία αὐτῆς, καὶ ἐμοίχευσε τὸ ξύλον καὶ τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν, οὐδὲν ἄλλο ποιοῦμεν ἢ λιθοκάρδιοι γινόμενοι μοιχεύομεν »τὸν λίθον«. ὅταν ἁμαρτάνωμεν καὶ πορνεύωμεν »ὑποκάτω παντὸς ξύλου ἀλσώδους«, καὶ ἡμεῖς μοιχεύομεν τὸ ξύλο«. »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύ7 νθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς ἀλλ’ ἐπὶ ψεύδει«. εἰ ἐπεστρέψαμεν πρὸς τὸν θεὸν ἐλλιπῶς δέ, ἐγκαλούμεθα ὡς οὐκ »ἐξ ὅλης τῆς καρδίας« ἐπιστρέψαντες. διὸ »οὐκ ἐπεστράφη πρός με ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς«. οὐκ εἶπεν· καὶ ἐπέστρεψεν ἡ ἀσύνθετος Ἰούδα, καὶ ἔστη, ἀλλά· »καὶ οὐκ ἐπεστράφη πρός με ἡ ἀσύνθετος Ἰούδα ἐξ ὅλης τῆς καρδίας αὐτῆς, ἀλλ’ ἐπὶ ψεύδει« ἐπέστρεψεν. ἡ οὖν ἀληθῶς ἐπιστροφή ἐστιν ἀναγνῶναι τὰ παλαιά, εἰδέναι τοὺς δικαιωθέντας, μιμήσασθαι αὐτούς, ἀναγνῶναι ἐκεῖνα, ἰδεῖν τοὺς μεμφθέντας, φυλάξασθαι περιπεσεῖν ταῖς μέμψεσιν ἐκείναις, ἀναγνῶναι τὰ βιβλία τῆς καινῆς διαθήκης, τῶν ἀποστόλων τοὺς λόγους, μετὰ τὸ ἀναγνῶναι γράψαι ταῦτα πάντα εἰς τὴν καρδίαν, βιῶσαι κατ᾿ αὐτά, ἴνα μὴ καὶ ἡμῖν δοθῇ βιβλίον ἀποστασίου, ἀλλὰ δυνηθῶμεν ἥκειν ἐπὶ τὴν κληρονομίαν τὴν ἁγίαν, καὶ τοῦ πληρώματος τῶν ἐθνῶν σωθέντος δυνηθῇ τότε ὁ Ἰσραὴλ εἰσελθεῖν· ἐὰν γὰρ τὸ πλήρωμα τῶν Μνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται<, »καὶ γενήσονται μία ποίμνη, εἷς ποιμὴν« διδάσκων δοξάζειν τὸν παντοκράτορα θεὸν έν αὐτῷ τῷ Χριστῷ Ἰησοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.