Ancient Greek
Ὁμιλία ι΄. Εἰς τὸ »γνώρισόν μοι, κύριε, καὶ γνώσομαι« μέχρι τοῦ »συνάξατε Πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ καταφαγεῖν αὐτήν‘.
Origen, In Jeremiam (Homiliae 1-11) 7-4
Not analysed yet
»Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς«. ἴδε μοι τὸν »ἐν μορφῇ θεοῦ« ὑπάρχοντα ὄντα έν τοῖς οὐρανοῖς, ἴδε αὐτοῦ τὸν οἶκον ὑπερουράνιον. εἰ βούλει καὶ ὑψηλότερον ἰδεῖν (ὅτι έν τῷ πατρί«), ἴδε αὐτοῦ οἶκον ὄντα τὸν θεόν. καταλείπει »τὸν πατέρα καὶ τὴν μητέρα«, τὴν »ἄνω Ἱερουσαλήμ«, καὶ ἔρχεται εἰς τὸν περίγειον τόπον τόπον καί φησιν· »ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου«. ἐκείνη γὰρ ἦν ἡ κληρονομία αὐτοῦ, τὰ χωρία τὰ μετὰ τῶν ἀγγέλων, ἡ τάξις ἡ μετὰ τῶν ἀγίων δυνάμεων. »ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς«. παρέδωκεν αὐτοῦ τὴν ψυχὴν εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τῆς ψυχῆς, εἰς χεῖρας Ἰουδαίων τῶν ἀποκτεινάντων αὐτόν, εἰς χεῖρας ἀρχόντων συναχθέντων κατ' αὐτοῦ, εἰς χεῖρας βασιλέων, ὅτε »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἑπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«.