Ancient Greek
Ὁμιλία ε΄. Εἰς τὸ »ἐπιστ ράηητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἰάσομαι τὰ συντρίμματα ὑμῶν« μέΧρι τοῦ »περιζώσασθε σάκκους ἐπὶ τούτοις«.
Origen, In Jeremiam (Homiliae 1-11) 8
Not analysed yet
Μετὰ ταῦτα λέγουσιν οὗτοι οἱ ἐξομολογούμενοι τὸ »ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν«· καὶ μετὰ τοῦτό φασιν· »καὶ ἐπεκάλυψεν« φησὶν »ἡμᾶς ἡ ἀτιμία ἡμῶν«. περὶ τοῦ καλύμματος πολλάκις ἡμῖν εἴρηται τοῦ ἐπικειμένου τῷ προσώπῳ τῶν μὴ ἐπιστρεφόντων πρὸς κύριον. δι᾿ ὃ κάλυμμα Πὰν ἀναγινώσκηται Μωσῆς«, ὁ ἁμαρτωλὸς οὐ νοεῖ αὐτόν· »κάλυμμα« γὰρ »εἰς τὴν καρδίαν αὐτοῦ κεῖται«. δι᾿ κάλυμμα, ἐὰν ἀναγινώσκηται ἡ παλαιὰ διαθήκη, οὐ συνήσει ὁ ἀκούων. δι᾿ ὃ κάλυμμα καὶ τὸ εὐαγγέλιον τοῖς ἀπολλυμένοις ἐστὶ κεκαλυμμένον ἐλέγομεν τοίνυν περὶ τοῦ καλύμματος ὅτι ἡ αἰσχύνη ἐστὶ τὸ κάλυμμα. ὅσον γὰρ ἔχομεν »τὰ ἔργα τῆς αἰσχύνης», δῆλον ὅτι ἔχομεν τὸ κάλυμμα κατὰ τὸ εἰρημένον που ἐν τεσσαρακοστῷ καὶ τρίτῳ Ψαλμῷ· »καὶ ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με«. παρεθέμην ὅτι ὁ μὴ ἔχων αἰσχύνης ἔργα οὐκ ἔχει κάλυμμα· ὁποῖος ἠν ὁ Παῦλος λέγων· »ἠμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα«. Παῦλος οὐν ἀνακεκαλυμμένον ἔχει τὸ πρόσωπον· οὐ γὰρ ἔχει αἰσχύνης ἔργα. ὁ μὴ ὡς Παῦλος ὢν κεκαλυμμένον ἔχει τὸ πρόσωπον. ὡς οὖν ἐκεῖ »ἡ αἰσχύνη τοῦ προσώπου μου ἐκάλυψέν με« εἴρηται έν τεσσαρακοστῷ καὶ τρίτῳ ψαλμῷ, τὸν αὐτὸν τρόπον εἴρηται ἐνθάδε· »ἐκάλυψεν »φησὶν« ἡμᾶς ἡ ἀτιμία ἡμῶν( ὅσον ἀτιμίας ἔργα ἐργαζόμεθα, κάλυμμα ἔχομεν ἐπὶ τὴν καρδίαν ἡμῶν κείμενον. εἰ θέλομεν τὸ κάλυμμα τὸ ἀπὸ τῆς ἀτιμίας ἀποθέσθαι, ἐπὶ τὰ τῆς τιμῆς ἔργα καταντήσωμεν καὶ νοήσωμεν ἐκεῖνο τὸ ὐπὸ τοῦ σωτῆρος εἰρημένον· »ἵνα πάντες τιμῶσι τὸν τὸν καθὼς τιμῶσι τὸν πατέρα«, νοήσωμεν καὶ τὸ παρά τῷ ἀποστόλῳ εἰρημένον· »διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις. ὁ δίκαιος ὡς τιμᾷ τὸν πατέρα τιμᾷ τὸν υἱόν<. ἡ ἀτιμία, ὅταν ἀτιμάζω τὸν υἱόν (αὐτὴ καθ᾿ ἣν ἀτιμάζω τὸν πατέρα ἢ τὸν υἱόν), ἐπικάλυμμα γίνεται τοῦ προσώπου μου, καὶ λέγω· »καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία«. διὰ τοῦτο νοήσαντες τὸ κάλυμμα τὸ ἐπικείμενον ἀπὸ τῶν τῆς αἰσχύνης ἔργων, ἀπὸ τῶν τῆς πράξεων, περιελώμεθα περιελώμεθα τὸ κάλυμμα. ἐφ᾿ ἡμῖν ἐστιν περιαιρεθῆναι τὸ κάλυμμα, οὐδενὸς ἄλλου ἐστίν. <ἡνίκα> γὰρ <ἐπέστρεφεν πρὸς κύριον Μωσῆς, περιῃρεῖτο τὸ κάλυμμα>. ὁρᾷς ὡς Μωσῆς ποτε λαμβάνεται καὶ ἐπὶ τοῦ λαοῦ; ὅσον οὐκ ἐπέστρεφεν πρὸς κύριον σύμβολον ὢν τοῦ λαοῦ τοῦ μὴ ἐπιστρέφοντος πρὸς κύριον, κάλυμμα εἶχεν ἐπικείμενον αὐτοῦ τῷ προσώπῳ· ὅτε δὲ ἐπέστρεφεν πρὸς κύριον σύμβολον γινόμενος τῶν ἐπιστρεφόντων πρὸς κύριον, τότε »περιῃρεῖτο τὸ κάλυμμα«. καὶ οὐχ οἷον ὁ θεὸς αὐτῷ ἐκέλευεν· περίθου τὸ κάλυμμα (οὐ γὰρ εἶπεν ὁ κύριος πρὸς Μωσῆν· περίθου τὸ κάλυμμα), ἀλλ᾿ ἰδὼν Μωσῆς, ὅτι οὐ δύναται ὁ λαὸς ἰδεῖν τὴν δόξαν αὐτοῦ, τότε ἐπετίθει »τὸ κάλυμμα ἐπὶ τὸ πρόσωπον«, καὶ οὐ περιέμενεν θεὸν λέγοντα· περιελοῦ τὸ κάλυμμα, <ἡνίκα ἂν ἐπέστρεφεν πρὸς κύριον>.