Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 8.1
Not analysed yet
Ἀλλ᾿ ἐρεῖ τις· εἰ καὶ δύνασαι ἐπὶ τὸν σωτῆρα αναγαγεῖν τὸ >οὐκ οἶδεν< αὐτὸν λαμβάνειν, οὐ προσκόπτει σοι ταῦτα λέγειν περὶ τοῦ μονογενοῦς, περὶ τοῦ πρωτοτόκου πάσης κτίσεως, περὶ τοῦ πρὶν συλλήψεως εὐαγγελισθέντος κατὰ κατὰ τὸ »πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι«· καὶ λέγεις· οὐκ ἐπίσταται λαλεῖν; ὅρα εἰ δύνασαί τι ἀξιόλογον καὶ μέγα περὶ τὸν σωτῆρα ἐν τῷ τόπῳ ἰδεῖν· ὅτι τινὰ μὴ ἐπιστάμενος, μείζων ἐστὶ μὴ ἀπιστάμενος ἢ ἐπιστάμενος αὐτά. καὶ χρῶμαι αὐτοῦ τῇ φωνῇ μαρτυροῦντος, ὅτι τινὰ οὐκ ἐπίσταται. λέγει γοῦν τοῖς φάσκουσιν αὐτῷ· »οὐ τῷ ὀνόματί σου ἐφάγομεν, καὶ τῷ ὀνόματί σου ἐπίομεν, καὶ τῷ ὀνόματί σου δαιμόνια ἐξαβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσαμεν; ἀποχωρεῖτα ἀπ᾿ ἐμοῦ, οὐδέποτε ἔγνων ὑμᾶς«. ἀρα τὸ »οὐδέποτε ἔγνων ὑμᾶς« ἐκεῖ λεγόμενον ὑπὸ τοῦ σωτῆρος ἐλάττονα τὴν δύναμιν αὐτοῦ παρίστησιν ἢ μείζονα καὶ θαυμασιωτέραν, διότι τοὺς χείρονας καὶ τοὺς ἀπολλυμένους οὐκ ἔγνω; ἔγνω γὰρ τά διαφέροντα καὶ κρείττονα, καὶ »ἔγνω κύριος τοὺς ὄντας αὐτοῦ«, καὶ »εἴ τις ἀγνοεῖ, ἀγνοεῖται«. οὐκοῦν ὀ ἁμαρτωλὸς ἀγνοεῖται ὑπὸ τοῦ θεοῦ. Ἐρεῖ μοί τις τῶν ἀκροατῶν· ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἁμαρτωλούς, ἔδειξας ὅτι οὐκ οἶδε τοὺς ἐργαζομένους τὴν ἀνομίαν· οὐ γὰρ ἄξιοί εἰσι τῆς γνώσεως αὐτοῦ. πῶς [γὰρ] παραστήσεις μέγα ἔνδοξον εἶναι τὸ »οὐκ ἐπίσταμαι λαλεῖν‘ λεγόμενον ὑπὸ τοῦ σωτῆρος; τὸ λαλεῖν ἀνθρώπινόν ἐστι· τὸ λαλεῖν διαλέκτῳ χρή- σαθαί ἐστιν, ὥστε εἰπεῖν Ἑβραίων, φέρε εἰπεῖν, φωνὴν ἢ Ἑλλήνων ἢ ἄλλωντινῶν. ἐὰν ἐὰν ἀναβῇς ἐπὶ τὸν σωτῆρα καὶ εἰδῇς αὐτὸν λόγον »ἐν ἀρχῇ πρὸς τὸν θεόν«, ὄφει ὅτι οὐκ ἐπίσταται λαλεῖν ἀνθρωπίνου ὄντος τοῦ λαλεῖν, ἀλλ᾿ οὐκ ἐπίσταται ἐπεί ἐστι μεῖζον ὃ ἐπίσταται τοῦ λαλεῖν. ἐὰν δὲ καὶ ἀγγέλων γλώσσας συγκρίνῃς ἀνθρώπων γλώσσαις, καὶ εἰδῇς ὅτι οὑτος μείζων ἐστὶ καὶ ἀγγέλων, ὡς ἐμαρτύρησεν ἐν τῇ πρὸς Ἑβραίους ὁ ἀπόστολος ἐπιστολῇ ἐρεῖς ὅτι καὶ τῆς ἀγγέλων γλώσσης μείζων ἦν, ὅτε θεὸς ἦν λόγος πρὸς τὸν πατέρα<. μανθάνει οὖν καὶ οἱονεὶ ἀναλαμβάνει ἐπιστήμην οὐ μεγάλων, ἀλλ᾿ ὑποδεεστέρων καὶ μικροτέρων. καὶ ὥσπερ μανθάνω βιαζόμενος ἐμαυτὸν ψελλίζειν, ὅ ε παιδίοις διαλέγομαι (οὐ γὰρ ἐπιστάμενος παιδιστί, ἵν οὕτως εἴπ(??), λαλεῖν, βιάζομαι τέλειος ὢν διαλέγεσθαι παιδίοις), τὸν αὐτὸν τρόπον καὶ ὁ σωτήρ, ὢν μὲν »ἐν τῷ πατρὶ« καὶ ἐν τῇ μεγαλειότητι τῆς δόξης τοῦ θεοῦ τυγχάνων, οὐ λαλεῖ ἀνθρώπινα, οὐκ οἶδε φθέγγεσθαι τοῖς κάτω. ὅτε δὲ ἔρχεται εἰς σῶμα ἀνθρώπινον, λέγει κατὰ τὰς ἀρχάς· »οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι«· νεώτερος δὲ διὰ τὴν γένεσιν τὴν σωματικήν, πρεσβύτερος δὲ κατὰ τὸ »πρωτότοκος πάσης κτίσεως«, νεώτερος, ὅτι ἐπὶ συντελείᾳ τῶν αἰώνων‘ καὶ ὕστερον τῷ βίῳ ἐπιδεδήμηκε. λέγει οὐν τὸ »οὐκ λαλεῖν«, οἶδά τινα μείζονα τοῦ λαλεῖν, οἶδά τινα μείζονα τοῦ φθόγγου τούτου τοῦ ἀνθρωπίνου. θέλεις με λαλεῖν ἀνθρώποις; οὔπω διάλεκτον ἀνθρωπίνην ἀνείληφα, ἔχω διάλεκτον σοῦ, τοῦ Μοῦ, λόγος εἰμὶ σοῦ, τοῦ θεοῦ, σοὶ οἶδα προσδιαλέγεσθαι, ἀνθρώποις οὐκ ἐπίσταμαι λαλεῖν,« »νεώτερός εἰμι«.