Ancient Greek
Ὁμιλία α΄. Πότε ἤρξατο Προφητεύειν Ἱερεμίας καὶ ἐπὶ τίνων Προεφήτευσε βασιλέων καὶ ἑξῆς τίνα ἐρρέθη αὐτῷ παρὰ κυρίου.
Origen, In Jeremiam (Homiliae 1-11) 9
Not analysed yet
»μὴ λέγε ὅτι νεώτερος ἐγώ εἰμι ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε πορεύσῃ‘. οὕτως ἐκτείνει τὴν χεῖρα, ἅπτεται τοῦ στόματος αὐτοῦ, δίδωσιν αὐτῷ λόγους, καὶ δίδωσιν αὐτῷ λόγους διὰ τὰς βασιλείας, ἵν᾿ ἐκριζώσῃ χρείαν δὲ εἶχεν ἐκριζούντων λόγων, ὅτε ἦν »ἐν τῷ πατρί«, οὐ εἶχε κατασκαπτόντων λόγων καὶ καθαιρούντων τὰ χείρονα· οὐδὲν γὰρ ἠν ἄξιον κατασκαφῆς ἐκεῖ, οὐδὲν ἦν ἄξιον ἐκριζώσεως. μέγα ἐστιν, ὡς τὸ οὐκ οἶδα ὑμᾶς, ὅτι ἐργάται ἐστὲ ἀνομίας«, οὕτως ὑπὸ τοῦ σωτῆρος λεγόμενον διὰ τὸ ὑπερβάλλον μέγεθος τῆς δόξης αὐτοῦ, ἴσον δυνάμενον τῷ οὐκ ἐπίσταμαι λαλεῖν ἀνθρώπινα τὸ »οὐκ ἐπίσταμαι λαλεῖν«.