Ancient Greek
Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.
Origen, In Jeremiam (Homiliae 12-20) 12.1
Not analysed yet
»Δότε δόξαν κυρίῳ τῷ θεῷ ἡμῶν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ’ ὄρη σκοτεινά«. ἔστι τινὰ ὄρη σκοτεινά, <ἒστι τινὰ ὄρη φωεινά]<· πλὴν ἐπεὶ ἑκάτερα. φωτεινὰ ὄρη οἱ ἅγιοι ἄγγελοι τοῦ θεοῦ, οἱ προφῆται, Μωσῆς ὁ θεράπων, οἱ ἀπόστολοι Ἰησοῦ Χριστοῦ. ταῦτα πάντα ὄρη ἐστὶ φωτεινά, καὶ περὶ τούτων νομίζω λελέχθαι ἐν τοῖς Ψαλμοῖς· »οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις«. ποῖα δὲ ὄρη σκοτεινά; οἱ τὰ ὑψώματα ἐπαίροντες κατὰ τῆς γνώσεως τοῦ θεοῦ. ὁ διάβολος ὄροσ σκοτεινόν ἐστιν, οἱ ἄρχοντες τοῦ αἰῶνος τούτου οἱ καταργούμενοι μενοι ὂρη εἰδὶ σκοτεινά καὶ τὸ δαιμόνιον ὁ σεληνιασμὸς ὄρος ἦν, καὶ σκοτεινὸν ὄρος ἠν, περὶ οὑ ἔλεγεν ὁ σωτήρ· »ἐρεῖτε τῷ ὄρει τούτῳ«. περὶ γὰρ σεληνιασμοῦ τοῦ λόγου ζητουμένου καὶ λεγόντων τῶν μαθητῶν· »διὰ τί οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό«, ἀποκρίνεται ὁ σωτὴρ ὅτι »ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ«, περὶ οὑ προετείνατε, περὶ οὑ ἐζητήσατε, »ἐρεῖτε τῷ τούτῳ· μετάβα ἐκεῖ, ἐκεῖ, καὶ μεταβήσεται«. »ἔνθεν« ἀπὸ τοῦ ἀνθρώπου, »ἐκεῖ« ἐπὶ τὸν τόπον τὸν οἰκεῖον αὐτοῦ. οἱ οὖν προσ- κόπτοντες οὐ προσκόπτουσιν ἐπὶ ὄρη φωτεινά, ἀλλ’ ἐπὶ ὄρη σκοτεινά, ὅταν γένωνται μετὰ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ, τῶν σκοτεινῶν ὀρέων. »Καὶ ἀναμενεῖτε εἰς φῶς«. δύναται μέντοι συνάπτεσθαι τῷ »δότε κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν« τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐὰν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπὶ ὄρη σκοτεινά«, δῆλον ὅτι, κἂν συσκοτάσῃ, »ἀναμενεῖτε τὸ φῶς« καὶ τὸ φῶς ὑμᾶς διαδέξεται. ἄλλος δὲ εἴποι ἄν (οὐκ οἶδα πότερον ὑγιῶς νοῶν ἢ μή), ὅτι καὶ οἱ προσκόπτοντες »ἐπ’ ὄρη σκοτεινὰς ἀναμενοῦσι παρὰ τοῖς ὄρεσι τοῖς σκοτεινοῖς ἀναμένοντες τὸ τοῦ ἐλέου φῶς· τοῦτο γὰρ εἶναι δόξει τὸ »καὶ ἀναμενεῖτε εἰς φῶς«. ἐπὰν δὲ ἔλθῃ τις ἐπὶ τὰ ὄρη τὰ σκοτεινά, ἴδωμεν τί έστιν ἐκεῖ· »σκιὰ θανάτου«. ὅπου τὰ σκοτεινὰ ὄρη, ἐκεῖ σκιὰ θανάτου ἀπ’ αὐτῶν τῶν σκοτεινῶν ὀρέων γεννωμένη· 13. »καὶ τεθήσονται εἰς σκοτος«. »Ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. τῶν ἀκουόντων οἱ μὲν κεκρυμμένως ἀκούουσιν, οἱ δέ, κἂν ἀκούσωσιν, οὐ κεκρυμμένως ἀκούουσι. τί οὐν ἐστι τὸ κεκρυμμένως ἀκούειν ἢ τὸ »ἀλλὰ λαλοῦμεν θεοῦ σοφίαν έν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν«; καὶ πάλιν ἀλλαχοῦ λέγεται, ὅτι »τὰ πλείονα τῶν ἔργων τοῦ θεοῦ ἐστιν ἐν ἀποκρύοις«. ἐὰν ἀκούω τοῦ νόμου, ἤτοι κεκρυμμένως ἀκούω ἢ οὐκ ἀκούω κεκρυμμένως. ὁ Ἰουδαῖος οὐκ ἀκούει κεκρυμμένως τοῦ νόμου· διὰ τοῦτο φανερῶς περιτέμνεται, οὐκ εἰδὼς ὅτι οὐχ »ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή«. ὁ δὲ ἀκούων τῆς περιτομῆς κεκρυμμένως, ἐν κρυπτῷ περιτμηθήσεται· ὁ ἀκούων τῶν περὶ τοῦ πάσχα νενομοθετημένων κεκρυμμένως, ἐσθίει ἀπὸ τοῦ προβάτου Χριστοῦ »τὸ« γὰρ »πάσχα ἡμῶν ἐτύθη Χριστός«), καὶ εἰδὼς τὴν σάρκα τοῦ λόγου ὁποία ἐστί, καὶ εἰδὼς ὅτι »ἀληθής ἐστι βρῶσις«, μεταλαμβάνει ταύτης· κεκρυμμένως γὰρ ἤκουσε τοῦ πάσχα. ὁ δὲ πολὺς οὗτος Τουδαῖος διὰ τοῦτο τὸν κύριον Ἰησοῦν ἀπέκτεινε καὶ ἔνοχος καὶ σήμερόν ἐστι τῷ φόνῳ Ἰησοῦ, ἐπεὶ μὴ κεκρυμμένως μήτε τοῦ νόμου μήτε τῶν προφητῶν ἤκουσεν. ἐὰν ἀναγινώσκῃς περὶ τῶν ἀζύμων, ἔστιν ἀκοῦσαι κεκρυμμένως, ἔστιν ἀκοῦσοι φανερῶς τῆς ἐντολῆς. ὅσοι έν ὑμῖν ἐγγὺς γάρ ἐστι τὸ πάσχα) ἄζυμα ἄγετε, τὰ ἄζυμα σωματικά, οὐκ ἀκούετε τῆς λεγούσης ἐντολῆς· »ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑπῶν«. καὶ περὶ σαββάτου γυναῖκες μὴ ἀκούσασαι τοῦ προφήτου οὐκ ἀκούουσι κεκρυμμένως, ἀλλὰ ἀκούουσι φανερῶς. οὐ λούονται τὴν ἡμέραν τοῦ σαββάτου, ἐπανέρχονται »ἐπὶ τὰ πτωχὰ καὶ ἀσθενῆ στοιχεῖα«, ὡς Χριστοῦ μὴ ἐπιδεδημηκότος, τοῦ τελειοῦντος ἡμᾶς καὶ διαβιβάζοντος ἀπὸ τῶν νομικῶν στοιχείων ἐπὶ τὴν εὐαγγελικὴν τελειότητα. Διὰ τοῦτο προσέχωμεν ἀναγινώσκοντες τὸν νόμον καὶ τοὺς προφήτας, μήποτε ὑποπέσωμεν τῇ λεγούσῃ προφητείᾳ· »ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. ὅσοι τὴν νηστείαν τὴν Ἰουδαϊκὴν ὡς μὴ νοοῦντες τὴν τοῦ ἱλασμοῦ ἡμέραν τηρεῖτε τὴν] μετὰ τὴν Ἰησοῦ Χριστοῦ ἐπιδημίαν. οὐκ ἠκούσατε τοῦ ἱλασμοῦ κεκρυμμένως ,ἀλλὰ φανερῶς μόνον· τὸ γὰρ κεκρυμμένως ἀκοῦσαι τοῦ ἱλασμοῦ ἒστιν ἀκοῦσαι, πῶς ὁ θεὸς ἱλασμὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν« Ἰησοῦν καὶ ὅτι »αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν, οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον. ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου«. κἂν παραβολαὶ εὐαγγελικαὶ ἀναγικώσκωνται καὶ ὁ ἀκροατὴς ᾖ τῶν ἔξω, οὐ κεκρυμμένως αὐτῶν ἀκούσεται. ἐὰν δὲ ὁ ἀκροατὴς ἀπόστολος ᾖ ἢ τῶν εἰσερχομένων »εἰς τὴν οἰκίαν« Ἰησοῦ, προσέρχεται τῷ Ἰησοῦ, πυνθάνεται καὶ περὶ τῆς ἀσαφείας τῆς παραβολῆς, καὶ ἑρμηνεύει αὐτὴν Ἰησοῦς καὶ γίνεται ἐκεῖνος ὁ ἀκροατὴς τοῦ εὐαγγελίου ἀκούων αὐτοῦ κεκρυμμένωνς, ἵνα μὴ κλαύσῃ ἡ ψυχὴ αὐτοῦ· τῶν γὰρ μὴ ἀκουόντων κεκρυμμένως κλαίει ἡ ψυχή. Τί θαυμασίως οὐκ εἶπεν· κλαύσεσθε, ἐὰν μὴ ἀκούσητε κεκρυμμένως, ἀλλά· »ἡ ψυχὴ ὑμῶν κλαύσεται«; ἔστι τις κλαυθμὸς μόνης ψυχῆς κλαιούσης, καὶ τάχα ἐκεῖνον τὸν κλαυθμὸν διδάσκει ἡμᾶς ὁ σωτὴρ λέγων· »ἐκεῖ ἔσται ὁ καλυθμός«. κἂν λέγῃ· »οὐαὶ οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε«, περὶ ἐκείνου τοῦ κλαυθμοῦ λέγει, οὗ ἀπειλεῖ καὶ ἐνταῦθα ὁ προφήτης λέγων· »ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως«. ὅταν γὰρ ὑβρίζησθε, τότε κλαύσεσθε καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον κυρίου«. ἐὰν ἴδῃ νῦν τις τὰ Ἰουδαϊκὰ καὶ συγκρίνῃ αὐτὰ τοῖς ἀρχαίοις, ὄψεται τίνα τρόπον συνετρίβη τὸ ποίμνιον κυρίου«. ἦν γὰρ τοῦτό ποτε ποίμνιον κυρίου, καὶ ἐπεὶ ἀναξίους ἔκριναν ἑαυτούς, ἐστράφη ὁ λόγος εἰς τὰ ἔθνη. εἰ οὖν ἐκεῖνο τὸ ποίμνιον συνετρίβη τοῦ κυρίου, ἡμεῖς ἡ ἀγριέλαιος, ἡ παρὰ φύσιν ἑαυτῆς ἐγκεντριζομένη εἰς τὴν καλλιέλαιον τῶν πατέρων, οὐ πλέον ὀφείλομεν φοβεῖσθαι, μήποτε συντριβῇ καὶ τοῦτο »τὸ ποίμνιον τοῦ κυρίου«; μέλλει γὰρ συντρίβεσθαί ποτε κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ σωτῆρος, ὅταν »διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν«. περὶ τίνων γὰρ ὁ λόγος; οὐ περὶ Χριστιανῶν λεγομένων τὸ »ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν« εἴρηται; περὶ τίνων ὁ λόγος, ὅτι πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς«; οὐ περὶ ἡμῶν ἐστι; διὰ τοῦτο προσέχωμεν ἑαυτοῖς πάντα πράττοντες, ἳνα ὁσημέραι τοῦτο τὸ ποίμνιον τοῦ θεοῦ βελτιῶται, ὑγιάζηται, θεραπεύηται, καὶ πᾶσα συντριβὴ ἀποστῇ ἀπὸ τῶν ψυχῶν ἡμῶν, ἕνα έν Χριστῷ Ἰησοῦ τελειωθῶμεν, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.