Ancient Greek
Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.
Origen, In Jeremiam (Homiliae 12-20) 11
Not analysed yet
»Δότε« οὖν »κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν«. πῶς διδομεν κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν; οὐκ έν φωναῖς καὶ λεξιδίοις ζητῶ τὸ διδόναι κυρίῳ τῷ θεῷ ἡμῶν δόξαν, ἀλλ’ ἐν πράξεσιν ὁ διδοὺς δόξαν κυρίῳ τῷ θεῷ δίδωσι δόξαν αὐτῷ. έν σωφροσύνῃ δόξασον τὸν θεόν, ἐν δικαιοσύνῃ, ἐν εὐποιίᾳ δόξασον τὸν θεόν· δὸς δόξαν τῷ θεῷ ἐν ἀνδρείᾳ καὶ ὑπομονῇ, δὸς δόξαν τῷ θεῷ ἐν εὐσεβείᾳ καὶ ὁσιότητι καὶ ταῖς λοιπαῖς ἀρεταῖς. εἰ δὲ ταῦτα οὕτως ἔχει καὶ οὄτω δοξάζει τις τὸν θεόν, ἐὰν εἴπω τὰ ἐναντία, μὴ δόξητέ με βλασφημεῖν· μάρτυρα γὰρ παραστήσω κἀκείνων τὴν γραφήν. ὁ σώφρων δοξάζει τὸν θεόν, ὁ ἀκολασταίνων ἀτιμάζει τὸν θεόν. τὸν γὰρ ναὸν τοῦ θεοῦ ὡς Ναβουχοδονόσορ καταστρέφει καὶ >φθείρει τὸν ναὸν τοῦ θεοῦ< καὶ >διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζει< (λέξις ἐστὶ καὶ αὕτη ἀποστολική). οὐκοῦν ἀδοξίαν περιτίθησι τῷ θεῷ ὁ ἁμαρτωλός. καὶ τὰ περὶ προνοίας ζητεῖται, ὥς τινας διστάζειν εἰ ἔστι πρόνοια πρόνοια], δέ οὐδὲν ἂλλο ὡς διὰ τὴν κακίαν. ἄνελε τὴν κακίαν, καὶ οὐ προσκόπτεις τῇ προνοίᾳ. ἄνω δὲ κάτω οἱ προσκόπτοντες τῇ προνοίᾳ ταῦτα λέγουσι· διὰ τί τοσοῦτοι μοιχοὶ καὶ τοσοῦτοι μαλακοί<, διὰ τί τοσοῦτοι ἄθεοι καὶ ἀσεβεῖς; καί εἰσιν οἱ γεννήσαντες τὴν ἀδοξίαν τῇ προνοίᾳ, τὰ προσκόμματα τῷ θεῷ, τὴν βλασφημίαν τῷ κτίσαντι τὸν κόσμον οἱ ἁμαρτάνοντες. διδόασιν <μὲν οὖν τινες δόξαν τῷ θεῷ]<, δὲ δόξαν τῷ θεῷ οἱ τὰ ἐναντία τῇ δόξῃ τοῦ θεοῦ ποιοῦντες διὰ τῶν αμαρτηματων.