Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 14.1
Not analysed yet
»γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου«. ἔστω ὁ προφήτης, λέγων καὶ ἐξουθενημένος ἐφ᾿ οἷς ἔλεγεν, ὑπὸ τῶν ἁμαρτωλῶν ἀθετούμενος· φησὶ γὰρ αὐτός· »διετέλεσα μυκτηριζόμενος«. ὠνειδίζετο οὖν ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους τοὺς δι᾿ αὐτοῦ λαλουμένους ὑπὸ τοῦ θεοῦ, καὶ εὔχεται ἐπὶ τῷ ὠνειδίσθαι βοηθηθῆναι ὑπὸ τοῦ θεοῦ λέγων· »γνῶθι ὡς ἔλαβον περὶ σοῦ ὀνειδισμὸν ὑπὸ τῶν ἀθε- τούντων τοὺς λόγους σου· συντέλεσον αὐτούς«. λεγέτω ὁ προφήτης, ἀλλὰ μᾶλλον ἁρμόζει τὸ »συντέλεσον αὐτοὺς« λεγόμενον ὑπὸ τοῦ σωτῆρος· συντέλεια γὰρ ἦλθε περὶ τὴν Ἱερουσαλὴμ καὶ τῷ λαῷ, ἐπὶ τοῖς συμβεβηκόσιν ἐξ ἐπιβουλῆς τοῦ λαοῦ κατὰ τοῦ σωτῆρος ἡμῶν. Μετὰ ταῦτα ἀναγκαῖον διὰ τὸ πολλὰ πεπονθέναι τοὺς προφήτας ἐλέγχοντας καὶ τὸν λόγον πρεσβεύοντας καὶ λαβοῦντας τὰ προστασ· σόμενα ὑπὸ τοῦ θεοῦ, ὑπομνῆσαι τοὺς ἀκροατὰς περὶ τοῦ βίου αὐτῶν καὶ τῶν ἐπαγγελιῶν αὐτῶν καὶ τῆς ἡμετέρας προαιρέσεως, ἵνα κατὰ τὸ δυνατὸν ἡμῖν, εἰ θέλομεν μετὰ τῶν προφητῶν ἔχειν ἀνάπαυσιν, τὰ ἔργα τῶν προφητῶν ζηλώσωμεν. ὅ δὲ λέγω τοιοῦτόν ἐστι· πολλάκις ἐν ταῖς εὐχαῖς λέγομεν· θεὲ παντοκράτορ, τὴν μερίδα ἡμῶν μετὰ τῶν προφητῶν δός, τὴν μερίδα ἡμῶν μετὰ τῶν ἀποστόλων τοῦ Χριστοῦ σου δός, ἵνα εὑρεθῶμεν καὶ μετ᾿ αὐτοῦ τοῦ Χριστοῦ. ταῦτα δὲ λέγοντες οὐκ αἰσθανόμεθα τί εὐχόμεθα· δυνάμει γὰρ τοῦτό φαμεν· δὸς ἡμᾶς παθεῖν ἃ πεπόνθασιν οἱ προφῆται, δὸς καὶ ἡμᾶς μισηθῆναι ὡς ἐμισήθησαν οἱ προφῆται, λόγους τοιούτους δὸς ἐφ᾿ οἷς μισηθησόμεθα, δὸς τοσαύταις περιστάσεσι περιπεσεῖν ὅσαις οἱ ἀπόστολοι. τὸ γὰρ λέγειν· δός μοι μερίδα μετὰ τῶν προφητῶν, μὴ παθόντα τὰ τῶν προφητῶν μηδὲ παθεῖν θέλοντα ἄδικόν ἐστι. τὸ λέγειν· δός μοι μερίδα μετὰ τῶν ἀποστόλων, μὴ θέλοντα ἀπὸ διαθέσεως Παύλου ἀληθεύοντα εἰπεῖν· »ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς περισσοτέρως, ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις« καὶ τὰ ἑξῆς, πάντων ἐστὶν ἀδικώτατον. εἴπερ οὖν θέλομεν μετὰ τῶν προφητῶν γενέσθαι, ὅρα τοὺς βίους τῶν προφητῶν ὅτι ἐκ τοῦ ἐλέγχειν, ἐκ τοῦ ἐπιτιμᾶν, ἐκ τοῦ ἐπιπλήσσειν ἐδικάζοντο, διεκρίνοντο, κατεδικάζοντο. »ἐλιθάσθησαν, ἐπρίσθησαν, ἐπειράσθησαν, ἐν φόνῳ μαχαίρας ἀπέθανον, περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενιο, κακουχούμενοι, ἐπ᾿ ἐρημίαις πλανώμενοι«, ὅτε συναγωγαὶ πολλαὶ Ἰουδαίων· καὶ οὖτοι ἦσαν »ἐπ᾿ ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς«. τί οὖν παράδοξον, εἰ θέλων τις ξηλοῦν τὸν βίον τὸν προφητικόν, ἐλέγχων, ἐπιπλήσσων τὸν ἁμαρτάνοντα κακολογεῖται, μισεῖται, ἐπιβουλεύεται; ὥσπερ καὶ ἐπὶ τοῦ παρόντος ἔδει †γενέσθαι τοιοῦτον εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ. κατεγνώσθη ὁ καταγνωσθείς, ὁ δεῖνα †καθεζόμενος ἐποίει τὰ τοιάσε· ἔδει γενέσθαι ἐκκλη- σιατικὴν ἐκδικίαν, καὶ γέγονεν· πεποίηκεν ὁ ἐγκεχειρισμένος τὸ ἔργον ὃ ἔδει αὐτὸν πεποιηκέναι. περιέρχεται ἐκεῖνος λέγων κακῶς τὸν ἐκδικήσαντα τὴν ἀλήθειαν. ἀλλ᾿ ἡμεῖς τοῦτο μὴ ποιῶμεν, μὴ παρέχωμεν τὰς ἀκοὰς τοῖς διὰ τὸ ἐκβεβλῆσθαι λέγουσι κακῶς τὸν ἐκβαλόντα ἢ τὸν σύμψηφον γενόμενον. οἱ καὶ ἀδικίας γε ἐλεγχομένης καὶ γεγενημένης †. οἱ θαυμάσιοι ἀπόστολοι μυρία ὑβριζόμενοι διὰ τὴν ἀλήθειαν λέγουσιν· »εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι καὶ ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ὑπὲρ Χριστοῦ«. μόνον εἴη με ὑβριζόμενον εἰδέναι ὅτι οὐ δἰ ἄλλο τι ὑβρίζομαι ἢ διὰ Χριστόν, ἐν ἀνάγκαις γενόμενον εἰδέναι ὅτι ἡ ὑπόθεσις τῶν ἀναγκαίων ὁ Χριστός ἐστιν. εἴη με λοιδορούμενον εἰδέναι ὅτι ἡ πρόφασις τῆς λοιδορίας οὐκ ἔστιν ἄλλη, ἢ ὅτι ἐκδικῶ τὴν ἀλήθειαν καὶ πρεσβεύω ὑπὲρ τῶν γεγραμμένων, ἵωα κατὰ λόγον θεοῦ πάντα γίνηται, διὰ τοῦτο βλασφημοῦμαι. καὶ ἡμεῖς οὖν πάντες, ὅση δύναμις, σπεύσωμεν ἐπὶ τὸν βίον τὸν προφητικόν, ἐπὶ τὸν βίον τὸν ἀποστολικόν, τὸ ὀχληρὸν μὴ φεύγοντες· ἀθλητὴς γὰρ ἐὰν φύγῃ τὸ τῆς ἀθλήσεως ὀχληρόν, τὸ ἡδὺ τοῦ στεφάνου οὐκ ἀπολήφεται.