Ancient Greek
Ὁμιλία ιδ΄. Εἰς τὸ »οἴμοι ἐγὼ μῆτερ« μέχρι τοῦ »διὰ τοῦτο τάδε λέγει κύριος· ἐὰν ἐπιστραφῇς, καὶ ἀποκαταστήσω σε«.
Origen, In Jeremiam (Homiliae 12-20) 15
Not analysed yet
»Καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην«. οὐκ ἔστι νῦν, ἀλλ᾿ »ἔσται«· ἐπεὶ γὰρ ἐπὶ τοῦ παρόντος ὁ λόγος σου ἐμοὶ εἰς φυλακάς, εἰς δίκας, εἰς πράγματα, εἰς δυσφημμίας, εἰς πόνους, ἀλλὰ τὸ τέλος τούτων εὐφροσύνη ἔσται. »καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην καὶ χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ᾿ ἐμέ, κύριε παντοκράτορ«. κἂν Χριστὸς λέγῃ, τὸ ὄνομα τοῦ πατρὸς ἐπικέκληται ἐπ᾿ αὐτόν. »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων«. εἴ ποτε ἑώρακε τὸ συνέδριον ὁ προφήτης οὐ σπουδαζόντων ἀλλ]απαιζόντων, ἔφευγε μᾶλλον τὸ συνάγεσθαι ἤπερ ἔσπευδεν ἐπὶ συναγωγὴν παιζόντων. νοῆσαί σε οὖν δεῖ διαφορὰν συνεδρίου παιζόντων καὶ [μὴ] σπουδαζόντων. τὸ συνέδριον τοῦτο σπουδαῖόν ἐστι καὶ πάντα ποιεῖ μετὰ σπουδῆς καὶ σπουδῆς ἄξια καὶ κατὰ τὸ λεγόμενον· σπουδὴ ὁ λόγος, σπουδὴ ὁ βίος, καὶ πάντῃ ἐστὶ τὸ συνέδριον οὐ παιζόντων, ἀλλ]ασπουδαζόντων. ὅταν δὲ τὸ συνέδριον καταλιπὸν τὴν σπουδὴν τὴν περὶ τὰ ἀναγκαῖα σχολάζῃ τοῖς παιγνίοις τοῦ αἰῶνος τούτου καὶ παιγνίοις τοῖς ἀπὸ τῆς κακίας, γίνεται συνέδριον παιζόντων. φησὶν οὖν οὗτος· »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. δύο προκειμένων, καθέζεσθαι ἐν συνεδρίῳ παιζόντων καὶ σοὶ τῷ θεῷ προσκόπτειν καὶ σοὶ μὴ ἀρέσκειν, ἢ ἐγείρεσθαι ἀπὸ συνεδρίιου παιζόντων καὶ ποιεῖν ταῦτα ἃ σοὶ φίλον ἦν, εἱλόμην μᾶλλον ἀνίστασθαι ἀπὸ τοῦ συνεδρίου τῶν παιζόντων καὶ σοὶ φίλος εἶναι, ἤπερ τὸ ἐναντίον ποιῶν ἐχθρὸς γενέσθαι τῇ μακαριότητί σου. »οὐκ ἐκάθισα ἐν συνεδρίῳ αὐτῶν παιζόντων, ἀλλ᾿ εὐλαβούμην ἀπὸ προσώπου χειρός σου«. καὶ ὁ σωτὴρ ἡμῶν οὐκ ἐκάθισεν »ἐν συνεδρίῳ αὐτῶν παιζόντων«, ἀλλ᾿ ἀπανέστη ἀπ᾿ αὐτῶν. καὶ σημεῖόν ἐστι τοῦ ἐγηγέρθαι τὸν σωτῆρα ἀπὸ συνεδρίου παιζόντων, τὸ εἰρηκέναι αὐτόν· »ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος«. καταλέλοιπε γὰρ ὁ λόγος τοῦ θεοῦ τὸ Ἰουδαίων συνέδριον καὶ ἄλλο συνέδριον καὶ ἐκκλησίαν ἑαυτῷ πεποίηκε τὴν ἀπὸ τῶν ἐθνῶν.