Ancient Greek
Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.
Origen, In Jeremiam (Homiliae 12-20) 2.1-2
Not analysed yet
Ἴδωμεν δὲ ἀπ᾿ αὐτῆς τῆς λέξεως τὰ λεγόμενα περὶ τοῦ πηλίνου ἀγγείου τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως, καὶ πῶς αὐτὸς ὁ ἐν τῷ προφήτῃ λόγος, ὁ κύριος ὁ προφητεύων ἐν αὐτῷ, ἀφορμὰς δίδωσι καὶ ἄλλας οὐ βραχείας τῆς ἑρμηνείας τῶν κατὰ τὸ πλάσμα τὸ ἐν τῇ χειρὶ τοῦ κεραμέως. »ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ κυρίου λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως«. ἄνω ἐστὶν ὁ Ἱερεμίας, ὑπεραναβέβηκε τὰ πήλινα σκεύη. κάτω ἐστὶ τὰ πήλινα σκεύη, καὶ ἡ διοικοῦσα φύσις τὰ πήλινα σκεύη συγκαταβαίνουσα διοικουμένοις κάτω ἐστί· διὰ τοῦτο ὁ λεγίμενος λόγος πρὸς Ἱερεμίαν παρὰ κυρίου φησὶν αὐτῷ· »ἀνάστηθι καὶ κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, καὶ ἐκεῖ ἀκούσῃ τοὺς λόγους μου«. Μωσεῖ λέγεται· >ἀνάβηθι εἰς τὸ ὄρος καὶ ἄκουσον<, Ἱερεμίᾳ λέγεται· >κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως καὶ ἄκουσον<· ἕκαστος γὰρ τῶν ἀκουόντων λόγον ἤτοι περὶ τῶν ἀνωτέρω διδάσκεται ἢ μανθάνει περὶ τῶν κατωτέρω. εἰ μὲν τὰ κατώτερα διδάσκομαι, καταβαίνω τῷ λόγῳ, ἵνα ἴδω τὰ κατώτερα· εἰ δὲ τὰ ἀνώτερα μανθάνω, ἀναβαίνω τῷ λόγῳ ἐπὶ τὰ ἀνώτερα, ἵνα θεάσωμαι τὰ ἐκεῖ. Ἵνα δὲ πάντες κατὰ τὸ δυνατὸν ἑαυτοῖς παρακολουθήσητε τῷ λεγομένῳ, χρήσομαι παραδείγματα καὶ ἀπὸ τῆς γραφῆς, καὶ πρὸς τῷ παραδείγματι καὶ σαφήνειαν προσάγουσαν τῇ δεδομένῃ ἑρμηνείᾳ παραστήσω. »ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται ὅτι κύριος Ἰησοῦ Χριστὸς εἰς δόξαν θεοῦ πατρός«. ἔστι δέ τις σοφία περὶ ἑκάστου τούτων· σοφία περὶ τῶν οὐρανίων, πῶς διατέτακται τὰ οὐράνια· σοφία περὶ τῶν καταχθονίων, ἐπεὶ σοφία θεοῦ ἐστι καὶ περὶ τῆς διατάξεως τῶν καταχθονίων, ὁμομίως καὶ περὶ τὼν ἐπιγείων. ἐὰν μέλλω χωρεῖν τὴν σοφίαν τὴν περὶ τῶν ἐπουρανίων, ἀναβαίνω ἐπὶ τὰ οὐράνια, ὡς Μωσῆς ἀναβέβηκεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, ἵνα ἀκουστὴ γένηται αὐτῷ ἡ φωνὴ ἡ ἐκ τοῦ οὐρανοῦ κατὰ τὸ γεγραμμένον. ἔμελλε γὰρ διδάσκεσθαι λατρείας ἐπουρανίους· σκιὰ γὰρ καὶ ὑπόδειγμα ἐπουρανίων μυστηρίων ἐν λατρείας νόμοις τοῖς ἀναγεγραμμένοις, ὡς ἐδίδασκεν ὁ ἀπόστολος εἰπών· »οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων«. ὥσπερ οὖν μέλλων διδάσκεσθαι περὶ τῶν ἐπουρανίων ἀναβαίνω, οὕτως ἐὰν χρεία μοι ᾖ μανθάνειν περὶ τῶν καταχθονίων, κἂν προφήτης γένωμαί, καταβαίνω. καὶ τάχα διὰ τοῦτο Σαμουήλ, ἡνίκα ἐδιδάχθη τὰ καταχθόνια, καταβέβηκε κάτω καὶ γέγονεν ἐν ᾅδου, οὐ δικαζόμενος ἵνα ἐν ᾅδου γένηται, ἀλλ᾿ ἵνα γένηται κατάσκοπος καὶ θεωρητὴς τῶν μυστηρίων τῶν καταχθονίων. δύναται τοιαῦτα εἶναι κακὶ τὰ παρὰ τῷ ἀποστόλῳ περὶ τῆς σοφίας λεγόμενα, διαστελλόμενα τῷ γνῶναι »τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος«. μέλλεις γινώσκειν τὸ ὕψος, ἀναβαίνεις τῷ λόγῳ ἐπὶ τὸ ὕψος· μέλλεις γινώσκειν τὰ μεταξὺ τοῦ ὕψους καὶ τοῦ βάθους, γινώσκεις τὸ πλάτος καὶ τὸ μῆκος. πανταχοῦ φθάνει ὑπὸ τοῦ λόγου ὁδηγούμενος τοῦ διδάσκοντος περὶ πάντων ὁ δυνάμενος ἀκολουθεῖν νοῦς τῷ υἱῷ τοῦ θεοῦ. ἀκολουθεῖ δὲ ἀποταξάμενος τῷ κόσμῳ καὶ αἴρων τὸν σταυρόν· οὗτος γὰρ δύναται ἀκολουθεῖν τῷ Ἰησοῦ ὁ δυνάμενος εἰπεῖν· »ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ κόσμῳ«. Ἔδει παραμυθήσασθαι τὸ »κατάβηθι εἰς οἶκον τοῦ κεραμέως, κἀκεῖ ἀκούσεις τοὺς λόγους μου«. ἔδει γὰρ αὐτὸ συγκρῖναι τῷ >ἀνάβηθι καὶ ἀκούσεις τοὺς λόγους μου<. τῶν γὰρ ἀκουόντων οἱ μὲν ἀναβαίνουσιν ἵνα διδαχθῶσιν, ἀναβαίνουσιν δὲ οὐ πάντως σωματικῶς· οἱ δὲ καταβαίνουσι καὶ τὴν ψυχὴν ἔχουσιν ἄνω, ὑπὲρ τοῦ ἰδεῖν τὸν λόγον τὸν ἀνωτάτω περὶ τῶν κατωτάτω. αὐτὸς ὁ κύριός μου Ἰησοῦς Χριστὸς ἀναβέβηκε καὶ καταβέβηκεν· >ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβὰς αὐτός ἐστιν ὑπεράνω πάντων τῶν οὐρανῶν<. ἐάνπερ οὖν καὶ σὺ μέλλῃς τὸν ἀναβάντα ἀνωτάτω νοεῖν τὸν λόγον τὸν περὶ τῶν ἀνωτάτω, τὸν καταβάντα εἰς τὰ κατώτατα συνιέναι τὸν περὶ τῶν κατωτάτω διδάσκοντα, »μὴ εἴπῃς· τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τουτέστι Χριστὸν καταγαγεῖν· ἤ· τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τουτέστι Χριστὸν [ἀναγαγεῖν. ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; |τουτέστι Χριστὸν] ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει ἡ γραφή; ἐγγύς σου τὸ ῥῆμα ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου«, δι᾿ οὗ ἀναβαίνεις εἰς τὸν οὐρανόν. καὶ περὶ τῆς ἀνόδου »ἐγγύς σού ἐστι τὸ ῥῆμα«, καὶ περὶ τῶν κατωτάτω »ἐγγύς σού ἐστι τὸ ῥῆμα«· καὶ τί γὰρ ἀλλ᾿ ἢ τὸν λόγον τὸν πανταχοῦ ὁ ἅγιος δύναται ἔχειν ἐν ἑαυτῷ; »ἡ« γὰρ »βασιλεία τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι«.