Ancient Greek
Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.
Origen, In Jeremiam (Homiliae 12-20) 1-6
Not analysed yet
Δύο εἰσὶν ἑξῆς ὁράσεις αἱ ἀνεγνωσμέναι Ἱερεμίου· ὧν ἡ μὲν προτέρα περιέχει τὰ περὶ τοῦ ἐν τῇ χειρὶ τοῦ κεραμέως πηλίνου σκεύους, ὅπερ ἐπιδέχεται μετὰ τὴν συντριβὴν ἐπανόρθωσιν (ἀναπλάσασθαι γὰρ αὐτὸ δυνατόν ἐστιν), ἡ δὲ ἑτέρα ὅρασις περιέχει τὰ περὶ τοῦ ὀστρακίνου βίκου, οὗ καταχθέντος οὐκ ἔστι θεραπεία. ὅτε μὲν γὰρ πήλινον ἦν, εἰ κατεάχθη, κἂν ἤδη μεμορφωμένον ᾖ, ἐπεὶ πήλινον ἦν, ἐνεδέχετο πάλιν πάλιν εἶναι φύραμα δεύτερον καὶ κτισθῆναι δεύτερον· ὅτε δὲ μετὰ τὸ πήλινον γέγονεν ἤδη ὀστράκινον καὶ τοῦ πυρὸς ἐστόμωται, τότε οὐχ οἷόν τε ἦν μετὰ τὴν συντριβὴν τοῦ ὀστρακίνου θεραπείαν γενέσθαι αὐτῷ. τί οὖν βούλεται ταῦτα, πρότερον ἐν περινοίᾳ κατανοήσωμεν, εἶτα ἐὰν δοθῇ κατὰ λέξιν ἐξετάσωμεν. ὅσον ἐσμὲν ἐν τῷ βίῳ τούτῳ, μορφούμεθα, ἵν᾿ οὕτως ὀνομάσω διὰ τὸ πήλινον ἡμῶν σκεῦος, κεραμευτικῶς καὶ μορφούμεθα ἤτοι κατὰ κακίαν ἢ κατὰ ἀρετήν. πλὴν οὕτως μορφούμεθα ὡς ἐπιδέχεσθαι καὶ τὴν κακίαν ἡμῶν συντριβῆναι, ἵνα γένηται καινὸν κτίσμα βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν βέλτιον, καὶ τὴν προκοπὴν ἡμῶν ἀναλυθῆναι μετὰ τὴν μόρφωσιν αὐτῆς εἰς σκεῦος πήλινον. ἐπὰν δὲ μετὰ τὸν ἐνεστῶτα αἰῶνα ἥκωμεν, πρὸς τῷ τέλει γενόμενοι τῆς ζωῆς, ἔπειτα πυρωθέντες ἤτοι ὑπὸ τοῦ πυρὸς τῶν πεπυρωμένων τοῦ πονηροῦ βελῶν γενώμεθα ὁτιποτοῦν γινόμεθα ἢ ὑπὸ τοῦ θείου πυρός (ἐπεὶ καὶ »ὁ θεὸς ἡμῶν πῦρ καταναλίσκον« ἐστίν), ἐὰν γενώμεθά φημι ὑπὸ τοιοῦδε ἢ τοιοῦδε πυρὸς ὅτιποτ᾿ ἂν γενώμεθα, ἐὰν συντριβῶμεν, εἴτε ἀπὸ τοῦ καλὰ σκεύη γεγονέναι συνετρίβημεν καὶ ἀπολώλαμεν εἴτε ἀπὸ τοῦ μοχθηρὰ σκεύη γεγονέναι, οὐκ ἀνακτιζόμεθα οὐδὲ ἐπιδέχεται ἡμῆν ἡ κατασκευὴ βελτίωσιν. διὰ τοῦτο ὅσον ἐσμὲν ἐνθάδε οἱονεὶ ἐν χειρὶ τοῦ κεραμέως ὄντες, κἂν διαπέσῃ τὸ σκεῦος ἀπὸ τῶν χειρῶν αὐτοῦ, ἐπιδέχεται θεραπείαν καὶ τὸ ἀνακτισθῆναι. ταῦτα μὲν ὀλίγῳ προχειρότερον, πρὶν τὸ κατὰ τὸ λεῖπον ἐξετάσωμεν τῷ λόγῳ, εἰς τὰ δύο εἴδη τῶν ἀγγείων, τό τε πήλινον καὶ οὐδέπω ἀπωστρακισμένον καὶ τὸ δεύτερον τὸ ἤδη ὄστρακον γεγενημένον λελέχθω.