Ancient Greek
Ὁμιλία ιγ΄. Εἰς τὸ »τίς φείσεται ἐπὶ σοί, μέχρι τοῦ »ἠτεκνώθην«.
Origen, In Jeremiam (Homiliae 12-20) 3
Not analysed yet
Καὶ πρὸς ἑκατέραν δὲ ἑρμηνείαν τῆς Ἱερουσαλῆμ ἁρμόσει καὶ τὸ ἑξῆς· »σὺ ἀπεστράφης με, λέγει κύριος. ὀπίσω ποερύσῃ«. ὅτι ἀπεστράφης τὸν υἱὸν τοῦ θεοῦ, καὶ διὰ τὸ ἀπεστράφθαι τὸν υἱὸν τοῦ θεοῦ ἀπεστράφης τὸν θεόν, τί δεῖ καὶ λέγειν; καὶ ἐπειδὴ ἀπεστράφη ἡ Ἱερουσαλὴμ ἡ ἐν τῇ Ἰουδαίᾳ τὸν Χριστόν, ἀφ’ ἡς πάντας τοὺς Ἰουδαίους νοητέον, διὰ τοῦτο »ὀπίσω πορεύσῃ«. ἦν γὰρ ὅτε οὐκ ὀπίσω ἐπορεύετο, ἀλλὰ ἔμπροσθεν· νῦν δὲ ὀπίσω πορεύεται »καὶ ἐστράφησαν ταῖς καρδίαις εἰς Αἴγυπτον«, δῆλον ὅτι ἵνα ὀπίσω πορευθῶσι. περὶ δὲ τοῦ τί ἐστι τὸ »ὀπίσω πορεύσῃ« ἢ τί τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι, οὕτω παραστήσομεν. ὁ δίκαιος Ε; τοῖς ἔμπροσθεν ἐπεκτείνεται, τῶν ὄπισθεν #x003C; . δῆλον ὅτι ὁ ἐναντίως τῷ δικαίῳ διακείμενος τῶν ὀπίσω μέμνηται καὶ τοῖς ἔμπροσθεν οὐκ ἐπεκτείνεται. τῶν δὲ ὀπίσω μεμνημένος παρακούει τοῦ Ἰησοῦ διδάσκοντος καὶ λέγοντος· »μὴ στραφήτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »μνημονεύετε τῆς γυναικὸς Λώτ«, παρακούει τοῦ Ἰησοῦ λέγοντος· »οὐδεὶς βαλὼν τὴν χεῖρα ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω, εὔθετός ἐστι τῇ βασιλείᾳ τοῦ θεοῦ«. καὶ ἐν τῷ νόμω δὲ γέγραπται, ὅτι εἶπον οἱ ἄγγελοι πρὸς τὸν ἐξελθόντα ἀπὸ Σοδόμων Λώτ· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου. μήποτε συμπαραληφθῇς«. καὶ τοῦτο δὲ ἔχει διάνοιαν ἀξίαν ἀγγελικοῦ πνεύματος· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, ἀεὶ τοῖς ἔμπροσθεν ἐπεκτείνου. καταλέλοιπας Σόδομα, μὴ στρέφου εἰς Σόδξομα. καταλέλοιπας τὴν κακίαν καἰ τὴν ἁμαρτίαν ,μὴ ἐπιστραφῇς πρὸς αὐτὴν »μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ«. κἂν τηρήσῃς τὴν προτέραν ἐντολὴν τὴν λέγουσαν· »μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω«, οὐκ ἀρκεῖ σοι πρὸς τὸ σωθῆναι, ἐὰν μὴ καὶ τῆς δευτέρας ἐντολῆς ἀκούσῃς λεγούσης· »μηδὲ στῇς ἐν πόσῃ τῇ περιχώρῳ«. οὐ δεῖ γὰρ ἀρξάμενον προκόπτειν ἑστάναι ἐν τῇ περιχώρῳ Σοδόμων, εἰ καὶ Σόδομα διαβέβηκεν ,ἀλλὰ διαβάντα ἀπὸ τοῦ ἑστάναι έν τῇ περιχώρῳ σῴζεσθαι εἰς τὸ ὄρος κατὰ τὸ »μὴ περιβλέψῃ εἰς τά ὀπίσω μηδὲ στῇς έν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σῴζου, μήποτε συμπαραληφθῇς«. εἰ βούλει μὴ συμπαραληφθῆναι Σοδομίταις, μήποτε εἰς τὰ ὁπίσω στραφῇς μηδὲ στῇς ἐν τῇ περιχώρῳ Σοδόμων μηδὲ ἀλλαχοῦ γένῃ ἢ εἰς τὸ ὄρος ἐκεῖ γάρ ἐστι μόνον σωθῆναι. ἔστι δὲ τὸ ὄρος κύριος Ἰησοῦς, ᾡ έστιν ἡ δόξα καὶ τὸ κρότος εἰς τοὺς αἰῶνας. Ἀμήν.