Ancient Greek
Ὁμιλία ιε΄. Εἰς τὸ »οἴμοι ἐγώ« πάλιν ἄλλως, μέχρι τοῦ »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«.
Origen, In Jeremiam (Homiliae 12-20) 3-3
Not analysed yet
Κυριώτερόν γε τοῦτο δύναται τὸ προφητικὸν εἶναι ἀναφερόμενον ἐπὶ τὸν σωτῆρα. ἔστω γὰρ τὸν προφήτην τοῦτο λέγειν, ἀλλ᾿ οὐκ ἀληθῶς τοῦτο ἐρεῖ, ἀλλὰ τάχα ὑπερβολικῶς· οὐ γὰρ διεκρίθη πρὸς πᾶσαν τὴν γῆν. ἐὰν δὲ ἔλθω πρὸς τὸν σωτῆρά μου καὶ κύριον, καὶ μάλιστα διὰ τὸ >εἰς κρίσιν ἥξει< καὶ τὸ »ὅπως ἂν δικαιωθῇς δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε«, ὄψομαι ὅτι ὁ σωτήρ μου καὶ κύριος μέλλει ἐπὶ τοῦ πατρὸς ἑστάναι, κρινόμενος μετὰ πάντων ἡμῶν τῶν ἀνθρώπων. καὶ κρίνεται μετὰ πάντων τῶν ἀνθρώπων. λέγω· κρίνεται, ἐξετάζεται καὶ αὐτός, καὶ ἔστη μὲν ἐκδικῶν τὴν ἀλήθειαν, οὐχ ὡς κατήγορος δέ. »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; «οὐ δύναται προφήτης τὸ »πάσῃ τῇ γῇ« λέγειν. Ἀλλὰ τὸν κύριον ἡμῶν ἀλλὰ καὶ ἀγαπῶντας, ἀγανακτοῦντας καὶ λέγοντας ὅτι οὐχὶ ὁ σωτὴρ λέγει, ὅτι ἡ φωνὴ οὐκ ἔστι κατὰ τὸν υἱὸν τοῦ θεοῦ. δεῖ δὲ δεῖξαι, ὅτι οὐκ ἀλλότριον τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »οἴμοι ἐγώ, μῆτερ«; »περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου«, καὶ »ἡ ψυχή μου τετάρακται«, καὶ τῶν ἐν τοῖς προφήταις εἰρημένων ὁμοίως καὶ ἐνθάδε· »οἴμοι ἐγώ, μῆτερ, ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ«, ἢ ὅταν ἀπόλωλεν ἐπιφυλλὶς τοῦ εὑρεῖν βότρυν· »οἴμοι ψυχή, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει«. τίς ἐκεῖ λέγει τὸ »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ«; ἆρα γὰρ ὁ προφήτης συνῆγε καὶ θέλει συνάγειν; ἆρα γὰρ ἀγρὸν ἔχει ὁ προφήτης; ἀλλ᾿ οὐδενός ἐστι συνάγειν [καὶ] πάντα ἀπὸ τοῦ θερισμοῦ καὶ τῶν ἐσπαρμένων, εἰ μὴ τοῦ κκυρίου καὶ σωτῆρος Ἰησοῦ Χριστοῦ. ἐπεὶ οὖν πολλὰ πτώματα ἐν τοῖς ἔθνεσιν, ἀλλὰ καὶ ἐν ἡμῖν τοῖς ἁμαρτήματα λέγων· »οἴμοι ἐγώ, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην«. ἕκαστος ἡμῶς ἑαυτὸν ἐξεταζέτω· ἆρα στάχυς ἐστίν; ἆρα εὑρήσει ἐν αὐτῷ τρυγῆσαι ἢ θερίσαι ὁ υἱὸς τοῦ θεοῦ; εὑρήσομεν ὅτι ἀνεμόφθοροί τινές ἐσμεν· ἐὰν ἄρα ὀλίγον ἔτι ἔχοντες, ἐν αὑτοῖς, κόκκους δύο ἢ τρεῖς, αἱ ἁματρίαι ἡμῶν πολλαί εἰσιν ἐφ᾿ ἡμῖν. ὁρῶν οὖν καὶ τὰς ἐκκλησίας, τὰς χρηματιζούσας, πεπληρωμένας ἁμαρτωλῶν λέγει· »οἴμοι, ὅτι ἐγενήθην ὡς συνάγων καλάμην ἐν ἀμητῷ καὶ ὡς ἐπιφυλλίδα ἐν τρυγητῷ«. ἦλθε ζητῶν καρπὸν ἐν τῇ ἀμπέλῳ· ἕκαστος γὰρ ἡμῶν καταφυτεύεται . . . καὶ ὡς ἄμπελος »ἐν τόπῳ πίονι«, καὶ »ἄμπελον ἐξ Αἰγύπτου μετῆρεν«, »ἐγὼ δὲ κατεφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν«. ἔρχεται, ζητεῖ πως τρυγῆσαι· εὑρίσκει ἐπιφυλλίδα τινὰ καὶ βραχεῖς βότρυας, οὐκ εὐθαλεῖς οὐδὲ πολλούς. τίε ἡμῶν ἔχει βότρυας ἀρετῆς; τίε ἡμῶν ἔχει γεννήματα τοῦ θεοῦ; »κύριε ὁ θεὸς ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ«.