Ancient Greek
Ὅμιλία ις΄. Εἰς τὸ »ἰδοὺ ἐγὼ ἀποστέλλω τοὺς ἁλιεῖς τοὺς πολλούς, λέγει κύριος« μέχρι τοῦ »ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν«.
Origen, In Jeremiam (Homiliae 12-20) 3-4
Not analysed yet
Ἀλλ᾿ εὗρον μίαν ὀπὴν μιᾶς πέτρας, μεταβαίνω τῷ λόγῳ ἀπὸ τῆς ὀπῆς ἐπὶ τὴν τρυμαλιὰν τῆς πέτρας, ζητῶ καὶ τὰς πολλὰς πέτρας. ἐὰν ἔλθω ἐπὶ τὸν χορὸν εἴτε τῶν προφητῶν εἴτε τῶν ἀποστόλων εἴτε καὶ ἐπαναβεβηκότων ἁγίων ἀγγέλων, λέγω ὅτι πάντες οἱ Χριστοῦ μιμηταί, ὡς ἐκεῖνος πέτρα ἐστί, πέτραι γίνονται. καὶ ὥσπερ ἐκεῖνος ἔχει ὀπὴν δι᾿ ἧς κατανοεῖται τὰ ὀπίσω τοῦ θεοῦ, τὸν αὐτὸν τρόπον ἕκαστος ὁδὸν διδοὺς τοῦ νοεῖσθαι θεὸν διὰ τῶν λεγομεένων ὑπ᾿ αὐτοῦ, ποιεῖ ἐν αὑτῷ ὀπήν, εἰ δὲ καὶ ἄλλως βούλει ὀνομάσαι, τρυμαλιάν. ἀφ᾿ ἧς ὀπῆς ἢ τρυμαλιᾶς ὄψει διὰ μὲν Μωσέως τὸν νόμον, διὰ δὲ Ἡσαΐου τὴν προφητείαν αὐτοῦ, διὰ δὲ Ἱερεμίου ἄλλους λόγους θεοῦ. εἰ δὲ καὶ ἄγγελος ἔσται λαλῶν, ὡς ἐλάλησε κατὰ τὸ εἰρημένον ἐν τῷ »ὁ δὲ καὶ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί«, κἀκεῖ ἵσταμαι ἐπὶ τοῦ ἀγγέλου, καὶ βλέπω κἀκεῖ πέτραν καὶ ὀπὴν πέτρας καὶ βλέπω ἀγγελικῶς τὸν θεόν.