Ancient Greek
Ὁμιλία ιζ΄. Εἰς τὸ »ἐφώνησε πέρδιξ« μέχρι τοῦ »καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθέμησα, σὺ ἐπίστασαι«.
Origen, In Jeremiam (Homiliae 12-20) 3-5
Not analysed yet
»Ἐν ἡμίσει« δὲ»ἡμερῶν αὐτοῦ ἐγκαταλείψουσιν αὐτόν«. ἡμεῖς πάντες οἱ γενόμενοί ποτε ὑπὸ τὸν πέρδικα τὸν φωνήσαντα· ἀφώνησε γὰρ οὐ μόνον διὰ τῶν προειρημένων, ἀλλὰ καὶ διὰ πάντων ἁπαξαπλῶς τῶν ἀπατώντων καὶ ὡς ἐπὶ εὐσέβειαν τὴν ἀθεότητα προκαλουμένων ἐπὶ δόγματα ἐναντία τῇ ἀληθείᾳ —ἀλλ᾿ »ἐν ἡμίσει ἡμερῶν αὐτοῦ«ἐγκαταλελοίπαμεν αὐτόν. πᾶσαι μὲν γὰρ αἱ ἡμέραι αὐτοῦ αἱ ἡμέραι εἰσὶ τοῦ αἰῶνος τούτου· ἐπεὶ δὲ ἐξείλατο »ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ« Χριστὸς Ἰησοῦς, διὰ τοῦτο »ἐν ἡμίσει ἡμερῶν αὐτοῦ« ἐγκαταλελοίπαμεν αὐτόν. »καὶ ἐπ᾿ ἐσχάτων αὐτοῦ ἔσται ἄφρων«. πότε γὰρ φρόνιμος ἦν, ἵν᾿ ἐπ᾿ ἐσχάτων αὐτοῦ γένηται ἄφρων; ἀλλὰ φήσομεν, ὅτι φρόνιμος ἦν· »ὁ«γὰρ »ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς ὧν ἐποίησε κύριος ὁ θεός«. φρόνιμος ἦν κατὰ τὸ εἰρημένον ἐν τῷ Ἡσαΐᾳ· »ἐπάξω γὰρ ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν ἄρχοντα τῶν Ἀσσυρίων. εἶπε γάρ· τῇ ἰσχύϊ ποιήσω, καὶ τῇ σοφίᾳ