Ancient Greek
Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.
Origen, In Jeremiam (Homiliae 12-20) 4
Not analysed yet
Εἰ δὲ δεῖ προσθεῖναι τῷ λόγῳ καὶ ἄλλην αἰτίαν τοῦ διασκορπίζεσθαι, καὶ τοῦτο παραθήσομαι. κακοὶ συνόντες ἀλλήλοις τὰ κακὰ σκοποῦσι καὶ αὔξουσιν, ὥσπερ ἀγαθοὶ συνόντες ἀγαθοῖς περὶ ἀγαθῶν σκέπτονται. [καὶ] καταλύεται οὖν καὶ διαιρεῖται ἡ κακὴ βουλή, ἰσχύσασα ἂν μετὰ τῶν ὁμοίων, ὅτε διασκορπίζονται ἀπ᾿ ἀλλήλων οἱ μοχθηροί. διὰ τοῦτο οἰκονομεῖ ὁ θεὸς μὴ εἶναι μετ᾿ ἀλλήλων τοὺς φαύλους, τάχα καὶ αὐτῶν προνοῶν, ἵνα μὴ συναυξήσῃ αὐτῶν ἡ κακία, ἀλλὰ μειωθῇ διαλυομένη. ταῦτα διὰ τὸ »σκορπιῶ αὐτοὺς ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ, καὶ τοὺς πατέρας αὐτῶν καὶ τοὺς υἱοὺς αὐτῶν ἐπὶ τὸ αὐτό. λέγει κύριος«. »Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν«.