Ancient Greek
Ὁμιλία ιε΄. Εἰς τὸ »οἴμοι ἐγώ« πάλιν ἄλλως, μέχρι τοῦ »ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ᾿ ἄνθρωπον, καὶ στηρίσει σάρκα βραχίονος αὐτοῦ«.
Origen, In Jeremiam (Homiliae 12-20) 5-2
Not analysed yet
Τὸ ἑξῆς θέλω ἰδεῖν. δύναται καὶ ἐπὶ τὸν προφήτην κατὰ μίαν διήγησιν ἀναφέρεσθαι καὶ ἐπὶ τὸν σωτῆρα. ἴδωμεν καὶ τὰ ἑξῆς· »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«. »ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου, οὐκ ἔχει δὲ ἐν ἐμοὶ οὐδέν«. καὶ ἀληθῶς οὐκ ὠφείλησεν. ἕκαστος δὲ ἠμῶν ὀφειλέτης ἐστὶ ταῖς ἁμαρτίαις καὶ ὀφειλέτης ἐστὶν ἔχων χειρόγραφον. μετὰ τὸ ἐξαλειφθῆναι αὐτοῦ τὸ χειρόγραφον †πόσα πεποιήκασι χειρόγραφα; »ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ«, οὐκ ἐποίησε χειρόγραφον. τί δὲ καὶ τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; πῶς διηγησόμεθα ἐπὶ τοῦ σωτῆρος τὸ »οὐκ ὠφείλησέ μοι οὐδὲ εἷς«; εἰ καὶ ἀνέγνωμεν οὕτως, ἀλλὰ καὶ δεῖ εἰδέναι ὅτι τὰ πλείονα τῶν ἀντιγράφων τῆς ἐκδόσεως τῶν Ἑβδομήκοντα οὐκ ἔχει οὕτως, ὕστερον δὲ ἐπισκεψάμενοι καὶ τὰς λοιπὰς ἐκδόσεις ἔγνωμεν γραφικὸν εἶναι ἁμάρτημα. καίτοιγε μοι οὐδὲ εἷς«; ὤστε οὐκ ὠφείλησεν αὐτῷ »οὐδὲ εἷς«, πᾶσι τὰ ὀφειλήματα αὐτῶν ἀφῆκεν. »ἀνθρώπῳ δανειστῷ χρεωφειλέται ἦσαν δύο· εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. μὴ ἐχόντων αὐτῶν ἀποδοῦναι, ἀμφοτέρος ἐχαρίσατο«. θέλεις ἰδεῖν τοὺς δύο χρεωφειλέτας, τὸν τὰ πεντακόσια ὀφείλοντα καὶ τὸν τὰ πεντήκοντα; ἀπὸ δύο λαῶν πεπιστεύκασιν εἰς τὸν θεόν· ὁ ἐκ τῶν Ἰουδαίων λαὸς ἀπιστῶν εἰς τὸν Χριστὸν ὀφείλει τὰ πεντήκοντα, τάχαἡμεῖς οἱ ἀπὸ τῶν ἐθνῶν οἱ πάντων ἀσεβέστεροι γεγενημένοι τὰ πεντακόσια, ἐφ᾿ οἷς καὶ λέγεται τὸ ἐπὶ τῇ πόρνῃ ἐκείνῃ τῇ μετανοούσῃ. καίτοι εἴποι τις ἄν, πῶς τὰ πεντακόσια ἐπ᾿ ἐκείνην ἀναφέρεται; ἐκ τοῦ »καὶ ποταπὴ ἡ γυνὴ ἡ ἁπτομένη αὐτοῦ«, πρὸς ὃ εἴρηκε τῷ Σίμωνι· »ἀνθρώπῳ δανειστῇ ἦσαν χρεωφειλέται δύο. εἷς ὤφειλε δηνάρια πεντακόσια, ὁ ἕτερος πεντήκοντα« καὶ τὰ ἑξῆς. ταῦτα διὰ τὸ »οὐκ ὠφείλησα οὐδὲ ὠφείλησέ μοι οὐδείς«, ὃ ἦν ἀναγκαῖον παραστῆσαι ὑμῖν. »οὐκ ὠφείλησα, οὐδὲ ὠφείλησέ μοι οὐδείς· ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις ||με«. εἰ καὶ ἀπέθανεν »ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ«.