Ancient Greek
Ὁμιλία ιβ΄. Εὶς τὸ »καὶ ἐρεῖς πρὸς τὸν λαόν τοῦτον· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ. πᾶς ἀσκὸς πληρωθήσεται οἴνου« μέχρι τοῦ »καὶ κατάξουσιν οἱ ὀφθαλμοὶ ὑμῶν δάκρυα, ὄτι συνετρίβη τὸ Ποίμνιον τοῦ κυρίους«.
Origen, In Jeremiam (Homiliae 12-20) 7
Not analysed yet
Περιγεγραμμένου δὲ τοῦ ἑνὸς κεφαλαίου ἴδωμεν καὶ τὸ ἕτερον τί ἡμᾶς διδάσκει· »ἀκούσατε καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαίρεσθε, ὅτι κύριος ἐλάλησε. δότε τῷ κυρίῳ θεῷ ἡμῶν δόξαν πρὸ τοῦ συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ᾿ ὄρη σκοτεινά· καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανάτου, καὶ τεθήσονται εἰς σκότος. ἐὰν δὲ μὴ ἀκούσητε κεκρυμμένως, κλαύσεται ἠ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως, καὶ κατάξουσιν οἱ ἀφθαλμοὶ ὑμῶν δάκρυα, διότι συνετρίβη τὸ ποίμνιον κυρίου«. [του]τοὺς αὐτοὺς βούλεται ἀκοῦσαι καὶ ἐνωτίσασθαι, οὐκ ἀρκούμενος οὔτε τῷ ἀκούειν αὐτοὺς μόνον οὔτε τῷ ἐνωτίζεσθαι. διό φησιν· »ἀκούσατε καὶ ἐνωτίσασθε«. εἶτα μετὰ τοῦτο προστάσσει αὐτοῖς μὴ ἐπαίρεσθαι, καὶ διδάσκει ὃ ποιητέον. τί οὖν τὸ ἀκοῦσαι καὶ τί τὸ ἐνωτίσασθαι, ἀπ᾿ αὐτῆς τῆς λέξεως κατανοήσωμεν. τὸ »ἐνωτίσασθαε« εἰς τὰ ὦτα δέξασθε, καὶ τὸ »ἀκούσατε«, εἰ πρὸς ἀντιδιαστολὴν λέγεται τοῦ »ἐνωτίσασθε«, μήποτέ ἐστιν εἰς τὴν διάνοιαν δέξασθε. καὶ ἐπὶ τῶν λεγομένων ἐν ταῖς γραφαῖς ἃ μέν ἐστιν ἀπορρητότερα καὶ μυστικώτερα, ἃ δὲ αὐτόθεν χρήσιμα τοῖς νοοῦσι. περὶ μὲν τῶν ἀπορρητοτέρων οἶμαι λέγεται τὸ »ἀκούσατε«, περὶ δὲ τῶν αὐτόθεν χρησίμων καὶ χωρὶς ἑρμηνείας δυναμενων ὠφελῆσαι τὸν ἀκούοντα τὸ »ἐνωτίσασθε«· ὅλην οὖν τὴν γραφὴν ἐὰν ἐξετάσωμεν, ἐροῦμεν >δόκιμοι γενόμενοι τραπεζῖται<· τοῦτο μὲν ἀκούσατε, τοῦτο δὲ ἐνωτίσασθε. Εἶτα ἐπὰν ἐπακούσωμεν καὶ ἐνωτισώμεθα, προστάσσει ἡμῖν. »καὶ μὴ ἐπαίρεσθε«. »πᾶς« γὰρ »ὸ ὺψῶν ἐαυτὸν ταπεινωθήσεται«. καὶ ὁ σωτὴρ δὲ ἐν τῷ λέγειν. »μάθετε ἀπ' ἐμοῦ, ὅτι πραύς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν‘, διδάσκει ἡμᾶς τὸ μὴ ἐπαίρεσθαι. μετὰ γὰρ τῶν ἄλλων ἀνθρωπίνων κακῶν καὶ τοῦτο τὸ ἁμάρτημα πολὺ ἐν ἡμῖν ἐστιν, ὸτὲ μὲν γὰρ πάνυ ἀλόγως ἐπαιρομένοις καὶ ἐφ' ᾠ οὐδὲ κατὰ τὸ ποσὸν ἐπαίρεσθαι χρή ,ὁτὲ δὲ μετὰ πιθανότητος, ὅτι εὔλογον τὸ ἐφ’ ᾧ ἐπαιρόμεθα, οὐ μὴν ὑγιὲς καὶ ἐπ’ ἐκείνῳ τὸ ἐπαίρεσθαι.