Ancient Greek
Ὁμιλία ιη΄. Εἰς τὸ »ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἱερεμίαν λέγων· ἀνάστηθι καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ κεραμέως« μέχρι τοῦ »τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν καὶ συριγμόν«.
Origen, In Jeremiam (Homiliae 12-20) 8-4
Not analysed yet
»Ἀποστραφήτω δὴ ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἔσθ᾿ ὅτε οἱ ἀκεραιότεροι λέγουσι· μακάριοι οἱ παλαιότεροι ἄνθρωποι, ὅτι ἤκουσαν τοῦ κυρίου διὰ τοῦ προφήτου λέγοντος· »καὶ ἐλάλησεν αὐτοῖς κύριος«. καὶ πρὸς ἡμᾶς λέγει νῦν κύριος διὰ τῶν γεγραμμένων τὸ »ἀποστραφήτωσαν ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς«· αὐτὸς ὀ κύριος διαλέγεταί σοι φάσκων· »καὶ καλλίονα ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν«. ἀλλ᾿ ἀπεκρίναντο οὗτοι πρὸς οὓς οἱ προτρεπτικοὶ περὶ μετανοίας εἴρηνται λόγοι, καὶ ἴδωμεν τί ἀπεκρίναντο, ἵνα μὴ καὶ ἡμεῖς τοιαῦτα ἀποκρινώμεθα. τί οὖν ἀποκρινόμενοι λέγουσιν; »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. καὶ ἂν μὴ ταῖς λέξεσιν εἴπητε, ὁ δὲ βίος ὑμῶν τοιοῦτος ᾖ ὡς ἁμαρτάνειν, δυνάμει λέγετε καὶ ὑμεῖς διὰ τῶν πονηρῶν πράξεων μετὰ τοὺς προτρεπτικοὺς λόγους τὸ »ἀνδρειούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς ποιήσομεν«. τί δὲ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα«; οἱ ἀρξάμενοι βάλλειν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< καὶ >τοῖς ἔμθανόμενοι< ἀπεστράφησαν τὰ φαῦλα. ἐπὰν οὖν τις βαλὼν >ἐπ᾿ ἄροτρον τὴν χεῖρα< στραφῇ εἰς τὰ ὀπίσω, »ὀπίσω τῶν ἀποστροφῶν« αὐτοῦ πορεύσεται· ὀπίσω γὰρ πορεύσεται ἐκείνων ἃ ἀπεστράφη, καὶ παλινδρομεῖ ἐπ᾿ ἐκεῖνα ἃ καταλέλοιπεν ἁμαρτήματα. καὶ τῶν ἀκουόντων οὖν ταῦτα, εἴτε· κατηχουμένων καταλιπόντων τὸν ἐθνικὸν βίον εἴτε πιστῶν ἤδη προκεκοφότων ἐν τῷ #x003E; τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι<, εἰ ὁ βίος γεγένηται μοχθηρός, οὐδὲν ἄλλο λέγουσιν ἢ καὶ τὸ »ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ« οὐχ ἁπλῶς, ἀλλὰ »τῆς πονηρᾶς ποιήσομεν«. ἔστι γὰρ καρδία πονηρὰ καὶ ἔστι καρδία ἀγαθή. μηδεὶς οὖν »ὀπίσω τῶν ἀποστροφῶν« ἑαυτοῦ πορευέσθω μηδὲ »τὰ ἀρεστὰ τῆς καρδίας αὐτοῦ τῆς πονηρᾶς« ποιείτω. »Διὰ τοῦτο« πρὸς τοὺς ταῦτα ἀποκρινομένους »λέγει κύριος· ἐρωτήσατε δὴ ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ; «δόξει δὲ καὶ ταῦτα ἁπλῶς εἰρῆσθαι. ἀλλ᾿ ἐὰν ἡ ἀπὸ τῶν ἐθνῶν ἐκκλησία δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε θεόν, λεχθήσεται· "ἐρωτήσατε δὴ ἐν ἔθνεσιν· ἀκούσατε ἃ ἐποίησε φρικτὰ σφόδρα παρθένος Ἰσραήλ. <βίον γὰρ συγκρίνωμεν ἐκείνων τῶν ἡμαρτηκότων τῷ βίῳ τῶν ἐπιστρεψάντων καὶ πιστευσάντων, καὶ εἰσόμεθα ὅτι ἐκεῖνοι μὲν φρικτὰ πεποιήκασι »τὸν κύριον τῆς δόξης« ἀποκτείναντες, οὗτοι δέ, ἐκείνων φρικτὰ ποιησάντων, ἐπέστρεψαν πρὸς αὐτόν, ὑπὲρ τῶν ἁμαρτημάτων τοῦ κόσμου ὑπ᾿ ἐκείνων ἀναιρεθέντα καὶ ἀποθανόντα. »ἐρωτήσατε« οὖν »ἐν ἔθνεσι· τίς ἤκουσε τοιαῦτα φρικτὰ ἃ ἐποίησε σφόδρα παρθένος Ἰσραήλ«;