Ancient Greek · ~1 min
Page 291
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 291
Not analysed yet
ἐπὶ μὲν οὖν Μωϋσέως ἄγοντος διὰ θαλάττης, ὕδατος ἁλμυροῦ, οὐδεμία τάξις ἐγίνετο, ἣν νῦν ὁρῶμεν Ἰησοῦ στρατηγήσαντος καὶ τοῦ Κυρίου πληροῦντος τὸ σύμβολον. τῷ μέλλοντι διαβῆναι τὸν Ἰορδάνην ἐπισιτισμοῦ χρεία . . . Θεοῦ γὰρ ὁδὸς ἐργασίαν ἀρετῆς ἀπαιτεῖ.