Ancient Greek · ~2 min
Page 293
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 293
Not analysed yet
Μωυσῆς δὲ οὐκ εἶπεν· «Στήτω ὁ ἥλιος», οὐκ ἀνέβλεψεν εἰς τὸν οὐρανόν, οὐκ ἔδειξε σημεῖον οὐράνιον. Ὁ δὲ Ἰησοῦς φησι· «Στήτω ὁ ἥλιος». Καὶ ἡ Γραφὴ μαρτυρεῖ, ὡς ‹οὐδέποτε Θεὸς οὕτως ἀνθρώπων ὑπήκουσεν›. Ἔστησεν οὖν τὸν ἥλιον καὶ Ἰησοῦς ὁ ἐμὸς καὶ ἐπὶ τῆς παρουσίας αὐτοῦ μείζονά μοι τὴν ἡμέραν κατὰ τῶν πολεμίων πεποίηκεν, ἵνα στρατηγούμενος ὑπὸ τοῦ Ἰησοῦ τοὺς ἀντιπάλους τροπώσωμαι.