Ancient Greek
Page 397
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 397
Not analysed yet
ἔθνει δαιμόνων ἀπελάσαι τε τούτους ἔσπειρε τὸν λόγον εἰς τὰς Ἐκκλησίας. Αὕτη μία κράτησις τοῦ Ἰησοῦ. Ἴδε μοι καὶ ἐπ' ἐκείνῃ δευτέραν, ὅτε πάντων κρατήσει πολλῶν νῦν μορίων ὑπολειπομένων τῆς γῆς. Διὸ τῇ μὲν προτέρᾳ τὸ ‹πολεμουμένη› προσκεῖται, τῇ δὲ δευτέρᾳ τὸ ‹πολλὴ σφόδρα›. Πλὴν μακάριοι πάντες οἱ ἐν τῇ πρώτῃ παρουσίᾳ κεκρατημένοι· χάρις γὰρ αὐτοῖς ὅτι πολλῶν ἔτι πολεμούντων ὑποτάσσονται. Οἱ γὰρ ἐπὶ τῆς δευτέρας ἀνάγκῃ κρατοῦνται, ὡς καὶ ‹τὸν ἔσχατον ἐχθρὸν θάνατον καταργηθῆναι›. «Πάντα» δὲ πρῶτον «τὰ ἔθνη», καθὰ δοκεῖ τοῖς προφήταις «ἀπὸ περάτων ἕως περάτων