Ancient Greek · ~1 min
Page 398
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 398
Not analysed yet
τῆς οἰκουμένης ὑποταγήσεται». Πολλῶν δὲ τῶν ὑποτασσομένων ὀνομασθέντων ἐθνῶν, ἐπὶ μόνων τῶν Σιδωνίων φησίν, ὡς· «ἐξολοθρεύσω αὐτοὺς ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ» ἢ κοινὸν τοῦτο κατὰ πάντων λαμβάνων ἢ ἐπειδὴ Σιδώνιοι ἑρμηνεύονται θηρευταί. Πᾶσαν γὰρ δύναμιν θηρεύουσαν ψυχὰς ἀνθρώπων ‹ἐξολοθρεύσει›. Καὶ τότε μηδενὸς ὄντος θηρεύοντος ‹ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ καὶ ὑποκάτω τῆς συκῆς αὐτοῦ›.