Ancient Greek
Page 408
Origen, In Jesu Nave homiliae xxvi (fragmenta e catenis) 408
Not analysed yet
›σήμερον ἰσχύειν ὡς ὅτε ἴσχυε τότε›. Ἐν ἀμφοτέροις γὰρ ‹ἰσχύει› τοῖς λόγοις ὁ ἅγιος, ἔν τε παλαιῷ καὶ καινῷ, ἐπὶ Μωυσέως καὶ Ἰησοῦ. ‹Αἰτεῖ› δὲ ‹ὄρος›, χαμαιπετὲς ἐθέλων οὐδέν, ἐν ᾧ ‹πόλεις μεγάλαι καὶ ὀχυραί›, ὡς εἰδὼς πολεμεῖν πρὸς ‹τοὺς Ἐνακείμ›· «πόλεις» γὰρ «ὀχυρὰς ἐπέβη σοφὸς καὶ ἐπέβη τὸ ὀχύρωμα, ἐφ' ᾧ ἐπεποίθεσαν οἱ ἀσεβεῖς». Φησὶ γὰρ Σολομών· «σοφὸς πόλεις ὠχύρωσε καὶ κα-